37. ἐμβάλλοντα δὲ, ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ· εἰ δὲ μὴ, οὐδʼ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἷσί περ κεφαλῆς ὀστέα κατεηγυίης, καὶ ψυχρὸν μηδὲν προσφέρειν· σιτίου δέ στερῆσαι τελέως· καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν· ἢν δὲ μὴ πικρόχολος ᾖ, ὕδατι πόματι χρῆσθαι· καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρῃσι τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν· ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον ἐς φαύλην δίαιταν ἄγειν. καὶ οἷσιν ἂν μὴ ἐμβληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι, καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν, ἅμα ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγήν· αἵ τε γὰρ ἐλπίδες ὀλίγαι, καὶ οἱ κίνδυνοι πολλοί· καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι, καὶ ἐμβάλλων ἐγγυτέρω ἂν τοῦ θανάτου ἀγάγοι, ἢ τῆς σωτηρίης. 38. τὰ δὲ ὀλισθήματα τὰ κατὰ τὰ γούνατα, καὶ τὰ διακινήματα τῶν ὀστέων εὐηθέστερα πουλὺ τῶν κατʼ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει, ἢ τὸ τοῦ βραχίονος, καὶ δικαίην φύσιν μοῦνον ἔχον, καὶ ταύτην περιφερέα· τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον. πρὸς δὲ τούτοις, τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι, καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφʼ οὗ περ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην· τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστιν, καὶ τὸ βραχύτερον παχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον· ἑξήρτηται μέντοι καὶ τοῦτο τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων· πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσιος των νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον, ἤπερ τὸ παχύ. ἡ μὲν οὖν φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος. καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ τὸ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθάνει, ῤηϊδίως δὲ ἐμπίπτει· φλεγμονὴ δὲ οὐ μεγαλη προσγίνεται, οὐδὲ δεσμὸς τοῦ ἄρθρου. ὀλισθάνει δὲ τὰ πλεῖστα ἐς τὸ ἔσω μέρος, ἔστι δʼ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴ ἰγνύην. τούτων ἁπάντων αἱ ἐμβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθάνοντα, καθῆσθαι μὲν χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὴν πολλῷ. κατάτασις δὲ ὡς ἐπὶ τὸ πουλὺ μετρίη ἀρκέει, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν. 39. τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀχλωδέστερά ἐστι τῶν κατὰ τὸ γόνυ, καὶ δυσεμβολώτερα καὶ διὰ τὴν φλεγμονὴν καὶ διὰ τὴν φύσιν, ἢν μή τις αὐτίκα ἐμβάλῃ. ὀλισθάνει μὲν γὰρ ἧσσον, ἢ ἐκεῖνα, δυσεμβολώτερα δὲ καὶ δυσθετώτερα, καὶ ἐπιφλεγμαίνει μᾶλλον καὶ ἐπιπωροῦται.