34. ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν· ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν ἀμφιθνήσκουσιν αἱ σάρκες· καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δʼ οὔ· καὶ τῶν μὲν μᾶλλον, τῶν δʼ ἧσσον· καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν, ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ σμικρότητα, τὰ δὲ διὰ τὸ ἐπʼ ἄκρου ἔχεσθαι, θᾶσσον ἀφίσταται· τὰ δὲ, διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι, καταξηρανθέντα, καὶ σαπρὰ γενόμενα· πρὸς δὲ τούτοις, διαφέρει τι καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ καὶ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ὑποφυόμεναι σάρκες κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλος μὴν ὁ κύκλος τοῦ ὀστέου, ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται· ἔνια γὰρ ἐς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, ἢ καὶ πλείους· τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται· τὰ δὲ στερεώτερα, βραδύτερον· τὰ δὲ ἄλλα τὰ μείω, πολλὸν ἐνδοτέρω, ἄλλα δʼ ἄλλως. Ἀποπρίειν δʼ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφασίων χρὴ, ἢν μὴ δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκέῃ δεῖν παρελθεῖν, καὶ οἷόν τε ᾖ παραιρεθῆναι· ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων, καὶ δυσθεσίην παρέχῃ, ψιλὸν δὲ τυγχάνῃ ἐὸν, καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δʼ ἄλλα οὐδὲν μέγα διαφέρει, οὔτε ἀποπρῖσαι, οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ὀστέα, ὅσα τελέως στέρεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν· τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα. 35. ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται ἐπὶ τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ ψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῤιγέων γὰρ πυρετωδέων κίνδυνος· κίνδυνος δὲ καὶ σπασμῶν· προκαλέεται γὰρ σπασμὸν τὰ ψυχρὰ, ποτὶ δὲ καὶ ἕλκη. εἰδέναι δὲ χρὴ, ὅτι ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γίνεσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύεται, καὶ οἷς ὅλος ὁ κύκλος τοῦ ὀστέου ἀπέστη. 36. Ὅσοισι δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα, καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες· καὶ ἢν μὲν ἐμβάλλῃς, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ, πυρετοὶ ὀξέες, καὶ ἐπίχολοι, καὶ λυγγώδεες, καὶ ἐπιμε αινονται. περιγίνονται δὲ οὐχ ἧσσον, οἷσι μὴ ἐμβληθῇ, μηδὲ ειρηθῇ ἐμβάλλεσθαι· ἔτι δὲ μᾶλλον περιγίνονται, οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν, ἢ οἷσι τὸ ἄνω· περιγένοιντο δʼ ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι, καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα, καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ· πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν· εἰσὶ δὲ καὶ ἐν τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν, ὁκοῖοί τινές εἰσι, καὶ προλέγειν χρὴ πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβάλλειν, ἐλπίζοις δὲ ἐμβαλεῖν, καὶ μὴ πολλὴ ἡ παράλλαξις εἴη τοῦ ὀστέου, καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες (φιλέουσι γὰρ ξυνθεῖν), ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.