<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg009.perseus-grc2" n="31"><label>31.</label><p rend="align(indent)">τοῦτο δὲ, οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα, καὶ τὰ μεθʼ ἑλκέων, καὶ τὰ ἄνευ ἑλκέων, τὰς πρώτας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισι ῤυπαροῖσιν· καὶ οὐδέν τι ἄτεχνον δοκέει τοῦτο εἶναι. ὅσοι μὲν ἀναγκάζονται ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων, μὴ ἔχοντες ὀθόνια, εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγγνώμη· οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα· εἶναι δὲ χρὴ πάμπολλα, καὶ πάνυ καλῶς εἰργασμένα, καὶ μὴ τρηχέα· τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις. ὅσοι δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιοῦσι, τρίτῃ δὲ καὶ τετάρτῃ ὀθονίοισιν ἐπιδέοντες πιέζουσι καὶ κατατείνουσι τότε μάλιστα, οὗτοι πουλύ τι τῆς ἰητρικῆς καὶ κάρτα ἐπίκαιρον ἀσυνετέουσιν· ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν <pb n="526"/> κεφαλαίῳ εἰρῆσθαι· καὶ μηλώσιας δὲ πάσας φυλάσσεσθαι χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι, καὶ ὁκόσοισιν ἄλλοισι τρώμασιν ἠρέθισται. τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ τετό<unclear/>τη ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει τὰς παλιγκοτήσιας, καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην ὁρμᾷ, καὶ ὅσα ἂν ἐς πυρετοὺς ἴῃ. καὶ μάλα πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα, εἴ πέρ τι καὶ ἄλλο. τίνι γὰρ οὐκ ἐπικοινωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ, οὐ κατὰ τὰ ἕλκεα μοῦνον, ἀλλὰ καὶ κατὰ ἄλλα πουλλὰ νουσήματα; εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι. ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν· πολλαχῆ γὰρ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν. ὁκόσοι μέντοι δικαιοῦσιν εἰρίοισι χρῆσθαι, ἔστʼ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν, καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθε, καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος· κεῖνος <pb n="528"/> μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀφλεγμάντους ἀποδείκνυσι, καὶ παρασκευάζει νάρθηξι τελέως ἐπιδεῖν· οὗτος δὲ ὁ τρόπος πουλὺ ὑστερεῖ, βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸν ἂν εἴη πάντα γράφειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg009.perseus-grc2" n="32"><label>32.</label><p rend="align(indent)">Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι, ἥδε ἡ κατάστασις· σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον ὕνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δὲ τι στενότερον· εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖσι μάλιστα ἁρμόζουσί τις χρήσαιτο· ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα, πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου τὸ κατώτερον ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τὸ ἀνώτερον τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς· ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται. αὕτη μεγάλη τιμωρίη, ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ, καὶ μοχλεύηταί τις ὡς χρή. ὁκόσα γὰρ ἀνθρώποις ἄρμενα μεμηχάνηται, πάντων, ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ, καὶ μόχλευσις, καὶ σφήνωσις. ἄνευ δὲ τούτων, ἢ ἑνὸς δή τινος, ἢ πάντων, οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ <pb n="530"/> ἄνθρωποι ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις· ἢ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα, ἢ οὐκ ἄλλως. ἢν δʼ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδρην τῷ μοχλῷ, ἀλλὰ πάροξυ ἐὸν παραφέρῃ, παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα, ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ, ὡς ἥκιστα, καὶ πεμπταῖα. καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν, φλεγμονὴν ἂν ποιήσειε, καὶ ἐμβάλλοντι οὐδὲν ἧσσον· σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν, ἢ ἀπορήσαντι ἐμβάλλειν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης· λυσιτελέει δὲ ὀπίσω ἐκβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως. οὐ γὰρ ἐπὶ τοῖσι χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλʼ ἐπὶ τοῖσιν ἐντεταμένοισι μᾶλλον. περὶ οὗ οὖν ὁ λόγος, οὐ χρὴ ἐνοχλέειν ἐν τῇσι προειρημένῃσιν ἡμέρῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμανεῖ τὸ ἕλκος, καὶ μάλιστα ἐκπυήσει. ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ, καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τότε ἧσσον κωλύει πειρῆσθαι ἐμβάλλειν, ἢν <pb n="532"/> ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν καὶ ὀχλέεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg009.perseus-grc2" n="33"><label>33.</label><p rend="align(indent)">ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι οἵως χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, ἤν τε μή. χρὴ δὲ, καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον ὡς ἐπὶ τὸ πουλὺ, ὡς ἀπὸ δύο ἀρχέων ὑποδεσμὶς ἐπιδεῖται· τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπλιγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν· τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπʼ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg009.perseus-grc2" n="34"><label>34.</label><p rend="align(indent)">ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν· ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν ἀμφιθνήσκουσιν αἱ σάρκες· καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δʼ οὔ· καὶ τῶν μὲν μᾶλλον, τῶν δʼ ἧσσον· καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν, ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ σμικρότητα, τὰ δὲ διὰ τὸ ἐπʼ ἄκρου ἔχεσθαι, θᾶσσον ἀφίσταται· τὰ δὲ, διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι, καταξηρανθέντα, καὶ σαπρὰ γενόμενα· πρὸς δὲ τούτοις, διαφέρει τι καὶ ἰητρείη <pb n="534"/> ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ καὶ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ὑποφυόμεναι σάρκες κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλος μὴν ὁ κύκλος τοῦ ὀστέου, ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται· ἔνια γὰρ ἐς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, ἢ καὶ πλείους· τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται· τὰ δὲ στερεώτερα, βραδύτερον· τὰ δὲ ἄλλα τὰ μείω, πολλὸν ἐνδοτέρω, ἄλλα δʼ ἄλλως. Ἀποπρίειν δʼ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφασίων χρὴ, ἢν μὴ δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκέῃ δεῖν παρελθεῖν, καὶ οἷόν τε ᾖ παραιρεθῆναι· ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων, καὶ δυσθεσίην παρέχῃ, ψιλὸν δὲ τυγχάνῃ ἐὸν, καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δʼ ἄλλα οὐδὲν μέγα διαφέρει, οὔτε ἀποπρῖσαι, οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ὀστέα, ὅσα τελέως στέρεται τῶν <pb n="536"/> σαρκῶν καὶ ἐπιξηραίνεται, πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν· τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg009.perseus-grc2" n="35"><label>35.</label><p rend="align(indent)">ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται ἐπὶ τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ ψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῤιγέων γὰρ πυρετωδέων κίνδυνος· κίνδυνος δὲ καὶ σπασμῶν· προκαλέεται γὰρ σπασμὸν τὰ ψυχρὰ, ποτὶ δὲ καὶ ἕλκη. εἰδέναι δὲ χρὴ, ὅτι ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γίνεσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύεται, καὶ οἷς ὅλος ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.</p></div></div></body></text></TEI>