26. χρὴ δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρείην ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ ἔχοντα· τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλήσιον τρόπον. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα, σπλῆνα λεπτὸν διπλόον ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λευκῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἀλλα πλατύρερά τινι ἐσχισμένα ἔστω, ἢ εἰ μὴ έλκος εἶχεν· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔστω τοῦ ἕλκεος πλατύτερον. τὰ γὰρ στενότερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος· τὸ δὲ οὐ χρή· ἀλλʼ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος, καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν. βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατʼ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν, ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει ὥσπερ καὶ πρόσθεν εἴρηται. τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἔστωσαν, μᾶλλον δέ τι δεῖ ἐν τοῖσι τοιούτοισιν, ἢ εἰ μὴ ἕλκος εἶχεν. πλῆθος δὲ τῶν ὀθονίων, μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω. ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέχθαι δὲ μή· φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ χρόνους τοὺς αὐτοὺς μὲν χρὴ εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι, τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται. Μετεπιδεῖν δὲ διὰ τρίτης, πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους, ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα. καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται, ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος, ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον· καὶ αἵ τε ἐκπυήσιες ἔσονται θάσσους ἢ τῶν ἄλλως ἰητρευμένων ἑλκέων, ὅσα τε σαρκία ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώθη, θᾶσσον περιῤῥήγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ, ἢ ἐν τῇσιν ἄλλῃσιν, ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος οὕτως ἢ ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον, ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα. τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὡς τὰ ἄνευ ἑλκώσιος ὀστέα κατηγνύμενα. τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισι πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτεροι προστίθενται. ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μὴ κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἄλλως τε καὶ χαλαρῶς προστιθέναι, προμηθεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισιν. τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι οἷσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἷσιν ὀστέα ἐξίσχει· καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι, ἐπὶ τοῖσι ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν. 27. ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων, καὶ οἷσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ἦν, ἐν δὲ τῇ ἰητρείῃ ἐπιγίνεται, ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος νάρθηκος ὑπὸ ἐνέδρης, ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ, τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν· καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισι, σκληρότερον γίνεται τῶν τοιουτέων, καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις, τὸ ἔρευθος ἐξαιρέεται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢν μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας, ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον, πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι. ἢν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκηται, μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν χρὴ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλʼ ἰητρεύειν, τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο. τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι, καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ δὲ ἄλλα ἐπὶ ἧσσον. τὰ δὲ ὀθόνια τὰ πρῶτα, ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω, ὅσον περ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιντο, ἢ ὀλίγῳ ἔλασσον. ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεχρισμένον· ἤν τε γὰρ σὰρξ, ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται· τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυστα. Μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι· ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον, ἢ τὸ πρόσθεν, καὶ ὀλιγοσιτέειν. εἰδέναι δὲ χρὴ, εἴ τε σὰρξ, εἴ τε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις, ἀπολύσας τὰ ὀθόνια, ἐπιθείη τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπεσούμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον, καὶ θᾶσσον ὠτειλοῦται. πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. Προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα, καὶ οἷα χρὴ, εἶναι, καὶ ἡ ἄλλη δίαιτα, καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης. 28. ἢν δʼ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δʼ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης· οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης· πῦον γὰρ συχνὸν ῤέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται. πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον· ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλʼ ἢ χαλαρωτέρως ἐπίδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλʼ εὐαπόῤῥυτον ᾖ, καὶ πυκνότερον μετεπιδεῖν, ἔστʼ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι. 29. Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται· ἀλλὰ τὰς μὲν κατατάσιας, καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται· σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους (ὁκοῖον δὲ ἄν τι καὶ τὸ τρῶμα ἦ, πρὸς τοῦτο τεκμαίρεσθαι), μῆκος δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ἢ ὥστε ἅπαξ περιικνέεσθαι, πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι. ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος· καὶ πεπιέχθω μὲν μὴ, ἀλλʼ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω. ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν, ἤ τι τῶν ἐναίμων, ἤ τι τῶν ἄλλων φαρμάκων, ὅ τι ξύντροφόν ἐστιν ἐπιτέγξει. καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά· ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πουλλὰ ῤυπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω. Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόῤῥυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῥόους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα ποιέουσιν. 30. ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων, ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονος χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσουσι τὸ κατεηγὸς τοῦ σώματος κατʼ ἰθυωρίην, προσέχοντα τὸν νόον, καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ τῷ κατωτέρω. εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσει τὸ κατεηγὸς τοῦ σώματος· μάλιστα δὲ ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδε μένοισι, καὶ τοῖσι μὴ ἐπιδεομένοισι, ὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην, ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. οὗτοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν· οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως ν ἔτι τείνοιτο· οὔτʼ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ, οὐδὲ κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο· ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος. εἰ δέ τις σφαίρας δύο ῤάψαιτο ἐκ σκύτεος αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς τῶν ἄρθρων βρ· χυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ, ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γούνατος· ἐκ δὲ πλαγίης ἄκρης δισσὰ ἡ κάτωθεν ἔχοι προσηρτημένα, ἢ ἁπλόου ἱμάντος, ἢ διπλόου, βραχέα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτήν. κἄπειτα κραναΐνας ῤάβδους τέσσαρας λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δακτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόσωσιν ἐς τὰ ἀπαιωρήματα, ἐπιμελόμενος ὅκως τὰ ἄκρα τῶν ῤάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλʼ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσει. εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῤάβδων, καὶ πλέω, καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων, καί τινι καὶ βραχυτέρας καὶ σμικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν, ἢν βούληται, καὶ ἧσσον· ἔστωσαν δὲ αἱ ῤάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν. ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη, τήν τε κατάτασιν καὶ δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην, καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη· τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρόν· αἵ τε ῤάβδοι εὐθετώτεραι, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης· τό τε τρῶμα εὐκατάσκεπτον καὶ εὐβάστακτον· οὐδὲν γὰρ ἐμποδὼν, εἴ τις ἐθέλοι τὰς δύο τῶν ῤάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι, καὶ ἤν τις κούφως βούληται ἐπιβάλλειν, ὥστε τὸ ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ μαλθακαὶ καὶ καιναὶ ῤαφεῖεν, καὶ ἡ ἔντασις τῶν ῤάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα· εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ καλῶς μηχανᾶσθαι, ἢ μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.