21. τὰ δὲ οἰδήματα τὰ κατʼ ἰγνύην, ἢ κατὰ πόδα, ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέξιος, εἰρίοισι πουλλοῖσι, ῤυπαροῖσιν, εὖ κατεργασμένοισιν, οἴνῳ καὶ ἐλαίῳ ῤήνας, κηρωτῇ ὑποχρίων, καταδεῖν, καὶ ἢν ζωσιν οἱ νάρθηκες, χαλᾷν. θᾶσσον ἰσχναίνοις δʼ ἂν, εἰ, ἀφιεὶς τοὺς νάρθηκας, ὀθονίοισι συχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα, ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος· οὕτω γὰρ ἄν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο, καὶ ὑπερθοίη ἂν ὑπὸ τὰ ἀρχαῖα ἐπιδέσματα. ἀλλʼ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ· γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα, ἢ κατακρεμάμενον ἔχῃ, ἢ κνῆται τῇ χειρὶ, ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα. 22. Σωλῆνα δὲ εἰ μέν τις ὑπʼ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι· οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι, οὔτε τὴν κνήμην, ἄνευ τοῦ μηροῦ κινέεσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον· καὶ ὃ ἥκιστα δεῖ, τοῦτʼ ἂν ἐποτρύνοι ποιέειν· ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν· πᾶσαν γὰρ ἂν τύρβην παρέχοι τῇσιν ἐπιδέσεσιν· καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε ἄλλο σχῆμα ἴσχειν· ἀνάγκη δʼ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν. περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι. δοκέοι ἂν οὖν μοι ὁ σωλὴν, ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου, ὠφελέειν ὑποτιθέμενος· καὶ ἄλλως κατʼ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦται· εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο, ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢ οὖν διαμπερὲς εἴη ποιητέος ὁ σωλὴν, ἢ οὐ ποιητέος. 23. πτέρνης δὲ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι, καὶ ἐν τοῖσι κατὰ κνήμην, καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν. ἢν μὲν γὰρ ἀπαιωρῆται ὁ ποὺς, τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι· ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἡρματισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τὸ ὀστέον τοῦτο κατὰ τὸ ἀντικνήμιον κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ, καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι, καὶ αἱ πωρώσιες ἀσθενέστεραι. 24. ταῦτα μὲν δὴ, ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ, μηδὲ ἄλλως ἕλκος ἐγένετο. οἷσι δὲ τὰ ὀστέα κατέηγεν ἁπλῷ τῷ τρόπῳ, καὶ μὴ πουλυσχιδεῖ, ἐξέσχε δὲ, αὐθήμερα ἐμβληθέντα, ἢ τῇ ὑστεραίῃ, καὶ κατὰ χώρην ἱζόμενα, καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι, ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα τὰ κατεηγότα οὐκ ἐξίσχει, οὐδʼ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων εἶναι ἐπιδόξους ἀναπλῶσαι, τοὺς τοιούτους οἱ μὲν μήτε μέγα ἀγαθὸν, μήτε μέγα κακὸν ποιέοντες, ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι, ἢ πισσηρὴν ἐπιθέντες, ἢ ἔναιμον, ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν· ἐπάνω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῤυπαρὰ ἐπιδέουσιν, ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται, καὶ ἤδη ξυμφύηται, τότε τοῖσιν ὀθονίοισί συχνοῖσι πειρῶνται ἐπιδεῖν, καὶ νάρθηξι κατορθοῦν. αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιέει, κακὸν δὲ οὐ μέγα. τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ ὀστέα τοῦ καιροῦ ταύτῃ γίνεται· γένοιτο δʼ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος, ἢ κνήμης. 25. ἄλλοι δʼ αὖ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι, καὶ ἐῶσιν ἀνεψύχθαι· ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ εἰρίοισι ῤυπαροῖσι θεραπεύουσιν. αὕτη ἡ ἴησις κακὴ, καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀσυνετέειν, καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι, καὶ ἐν τοῖσι τοιούτοισιν. μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθʼ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθʼ ὁποῖον μάλιστα πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ ᾗ μάλιστα χρὴ, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν, ὁποῖα ἀφʼ ἑκατέρου ἀποβαίνει· μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν, καὶ ἀχροιήσειεν· πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπλιγμένον τὸ ἕλκος εἶναι, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δὲ, καὶ μὴ μέλλοντα ἀποστῆναι, ἀποστατικὰ γενέσθαι· σφυγμῶδές τε καὶ πυρῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν· ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν· ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπόταν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος· οὐδὲν δʼ ἧσσον, καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν· οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν, καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην εἶναι, ἀλλʼ ἄλλην τινὰ ἀτυχίην. οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα, μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα, εἴτε ἥκιστα.