19. ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει· πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο. οὐδὲ γὰρ, εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα, ὡς τάχιστα ἂν ἀφείησαν οἱ τείνοντες· παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι, κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλʼ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ μάλα καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. χεὶρ μὲν γὰρ, βραχυτέρη γενομένη, καὶ ξυγκρυφθείη ἂν, καὶ οὐ μέγα τὸ σφάλμα· σκέλος δὲ βραχύτερον γενόμενον, χωλὸν ἀποδείξειε τὸν ἄνθρωπον· τὸ γὰρ ὑγιὲς ἐλέγχει παρατιθέμενον, μακρότερον ἐὸν, ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι, ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον· ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ. ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται, καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται, καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει. καὶ ὑποκρινέσθω ταὐτὰ ὥσπερ καὶ πρόσθεν, καὶ πονεέτω κατὰ ταὐτὰ καὶ ῤηϊζέτω, καὶ μετεπιδείσθω ὡσαύτως· καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν. 20. Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι ὁ μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος, ἢ ἐς τὸ ἔσω, καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον, ἢ ἐς τοὔπισθεν· ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρυπτειν δύνανται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷά περ ἐν τῷ βραχίονι τῷ διεστραμμένῳ παρῄνηται. προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πλιχάδα καλεομένην προσεπιδέηται· καὶ γὰρ ἄλλως ξυμφέρει, καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα. ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας, καὶ ἔνθεν καὶ ἔνθεν, ἱκανῶς· καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ, ὅκως μήτε κατὰ τὸ ὀστέον, τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων, μήτε κατὰ τὸ νεῦρον ἔσται. 21. τὰ δὲ οἰδήματα τὰ κατʼ ἰγνύην, ἢ κατὰ πόδα, ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέξιος, εἰρίοισι πουλλοῖσι, ῤυπαροῖσιν, εὖ κατεργασμένοισιν, οἴνῳ καὶ ἐλαίῳ ῤήνας, κηρωτῇ ὑποχρίων, καταδεῖν, καὶ ἢν ζωσιν οἱ νάρθηκες, χαλᾷν. θᾶσσον ἰσχναίνοις δʼ ἂν, εἰ, ἀφιεὶς τοὺς νάρθηκας, ὀθονίοισι συχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα, ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος· οὕτω γὰρ ἄν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο, καὶ ὑπερθοίη ἂν ὑπὸ τὰ ἀρχαῖα ἐπιδέσματα. ἀλλʼ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ· γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα, ἢ κατακρεμάμενον ἔχῃ, ἢ κνῆται τῇ χειρὶ, ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.