<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg007.perseus-grc2" n="6"><label>6.</label><p rend="align(indent)">καὶ ἐῤῥωγότος τοῦ ὀστέου, ἐσφλᾶται τὸ ὀστέον ἐκ τῆς <pb n="204"/> φύσιος τῆς ἑωυτοῦ ἔσω σὺν ῤωγμῇσιν· ἄλλως γὰρ οὐκ ἂν ἐσφλασθείη· τὸ γὰρ ἐσφλώμενον, ἀποῤῥηγνύμενόν τε καὶ καταγνύμενον, ἐσφλᾶται ἔσω ἀπὸ τοῦ ἄλλου ὀστέου μένοντος ἐν τῇ φύσει τῇ ἑωυτοῦ· καὶ δὴ οὕτω ῤωγμὴ ἂν προσείη τῇ ἐσφλάσει· τρίτος οὗτος τρόπος. ἐσφλᾶται δὲ τὸ ὀστέον πολλὰς ἰδέας· καὶ γὰρ ἐπὶ πλέον τοῦ ὀστέου καὶ ἐπʼ ἔλασσον, καὶ μᾶλλόν τε καὶ ἐς βαθύτερον κάτω, καὶ ἧσσόν τε καὶ ἐπιπολαιότερον.</p></div></div></body></text></TEI>