11. Ῥήγνυται δὲ τὸ ὀστέον τάς τε ἀφανέας ῥωγμὰς καὶ τὰς φανερὰς, καὶ φλᾶται τὰς ἀφανέας φλάσιας, καὶ ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, μάλιστα ὅταν ἕτερος ὑφ᾿ ἑτέρου τιτρωσκόμενος ἐπίτηδες τρωθῇ, ἢ ὁκόταν, ἐπίτηδες τρῶσαι βουλόμενος ἢ ἀέκων, ἐξ ὑψηλοτέρου γίγνηται ἡ βολὴ ἢ ἡ πληγὴ, ὁκοτέρη ἂν ᾖ μᾶλλον, ἢ ὅταν ἐξ ἰσοπέδου τοῦ χωρίου, καὶ ἢν περικρατέῃ τῇ χειρὶ τὸ βέλος, ἤν τε βάλλῃ, ἤν τε τύπτῃ, καὶ ἰσχυρότερος ἐὼν ἀσθενέστερον τιτρώσκῃ. Ὅσοι δὲ πίπτοντες τιτρώσκονται πρός τε τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, ὁ ἀπὸ ὑψηλοτάτου πίπτων καὶ ἐπὶ σκληρότατον καὶ ἀμβλύτατον, τουτέῳ κίνδυνος τὸ ὀστέον ῥαγῆναι καὶ φλασθῆναι, καὶ ἔσω ἐσφλασθῆναι ἐκ τῆς φύσιος τῆς ἑωυτέου· τῷ δ᾿ ἐξ ἰσοπέδου μᾶλλον χωρίου πίπτοντι καὶ ἐπὶ μαλθακώτερον, ἧσσον ταῦτα πάσχει τὸ ὀστέον, ἢ οὐκ ἂν πάθοι. Ὅσα δὲ ἐσπίπτοντα ἐς τὴν κεφαλὴν βέλεα τιτρώσκει πρὸς τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, τὸ ἀπὸ ὑψηλοτάτου ἐμπεσὸν καὶ ἥκιστα ἐξ ἰσοπέδου, καὶ σκληρότατόν τε ἅμα καὶ ἀμβλύτατον καὶ βαρύτατον, καὶ ἥκιστα κοῦφον καὶ ἥκιστα ὀξὺ καὶ μαλθακὸν, τοῦτο ἂν ῥήξειε τὸ ὀστέον καὶ φλάσειεν. Καὶ μάλιστά γε ταῦτα πάσχειν τὸ ὀστέον κίνδυνος, ὅταν ταῦτά τε γίνηται, καὶ ἐς ἰθὺ τρωθῇ, καὶ κατ᾿ ἀντίον γένηται τὸ ὀστέον τοῦ βέλεος, ἤν τε πληγῇ ἐκ χειρὸς, ἤν τε βληθῇ, ἤν τέ τι ἐμπέσῃ αὐτέῳ, καὶ ἢν αὐτὸς καταπεσὼν τρωθῇ, καὶ ὁκωσοῦν τρωθεὶς κατ᾿ ἀντίον γενομένου τοῦ ὀστέου τῷ βέλει. Τὰ δ᾿ ἐς πλάγιον τοῦ ὀστέου παρασύραντα βέλεα ἧσσον καὶ ῥήγνυσι τὸ ὀστέον, καὶ φλᾷ, καὶ ἔσω ἐσφλᾷ, κἢν ψιλωθῇ τὸ ὀστέον τῆς σαρκός· ἔνια γὰρ τῶν τρωμάτων τῶν οὕτω τρωθέντων οὐδὲ ψιλοῦται τὸ ὀστέον τῆς σαρκός. Τῶν δὲ βελέων ῥήγνυσι μάλιστα τὸ ὀστέον τάς τε φανερὰς ῥωγμὰς καὶ τὰς ἀφανέας, καὶ φλᾶται καὶ ἐσφλᾷ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου τὸ ὀστέον, τὰ στρογγύλα τε καὶ περιφερέα, καὶ ἀρτίστομα, ἀμβλέα τε ἐόντα καὶ βαρέα καὶ σκληρά· καὶ τὴν σάρκα ταῦτα φλᾶται, καὶ πέπειρον ποιέει, καὶ κόπτει· καὶ τὰ ἕλκεα γίνεται ὑπὸ τῶν τοιουτέων βελέων, ἔς τε πλάγιον καὶ ἐν κύκλῳ, ὑπόκοιλα, καὶ διάπυά τε μᾶλλον γίγνεται, καὶ ὑγρά ἐστι, καὶ ἐπὶ πλέονα χρόνον καθαίρεται· ἀνάγκη γὰρ τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας πῦον γενομένας ἐκτακῆναι. Τὰ δὲ βέλεα τὰ προμήκεα, ἐπιπολὺ λεπτὰ ἐόντα καὶ ὀξέα καὶ κοῦφα, τήν τε σάρκα διατάμνει μᾶλλον ἢ φλᾷ, καὶ τὸ ὀστέον ὡσαύτως· καὶ ἕδρην μὲν ἐμποιέει αὐτὸ καὶ διακόψαν (διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστι), φλᾷ δὲ οὐ μάλα τὸ ὀστέον τὰ τοιαῦτα βέλεα, οὐδὲ ῥήγνυσιν, οὐδ᾿ ἐκ τῆς φύσιος ἔσω ἐσφλᾷ. Ἀλλὰ χρὴ πρὸς τῇ ὄψει τῇ ἑωυτέου, ὅ τι ἄν σοι φαίνηται ἐν τῷ ὀστέῳ, καὶ ἐρώτησιν ποιέεσθαι πάντων τουτέων (τοῦ γὰρ μᾶλλόν τε καὶ ἧσσον τρωθέντος ταῦτ᾿ ἐστὶ σημήϊα), καὶ ἢν ὁ τρωθεὶς καρωθῇ, καὶ σκότος περιχυθῇ, καὶ δῖνος ἔχῃ, καὶ πέσῃ. 12. Ὅταν δὲ τύχῃ ψιλωθὲν τὸ ὀστέον τῆς σαρκὸς ὑπὸ τοῦ βέλεος, καὶ τύχῃ κατ᾿ αὐτὰς τὰς ῥαφὰς γενόμενον τὸ ἕλκος, χαλεπὸν γίγνεται καὶ τὴν ἕδρην τοῦ βέλεος φράσασθαι τὴν ἐν τῷ ἄλλῳ ὀστέῳ φανερὴν γιγνομένην, εἴτ᾿ ἔνεστιν ἐν τῷ ὀστέῳ, εἴτε μὴ ἔνεστιν, καὶ ἢν τύχῃ γενομένη ἡ ἕδρη ἐν αὐτέῃσι τῇσι ῥαφῇσιν. Ξυγκλέπτεται γὰρ αὐτὴ ἡ ῥαφὴ τρηχυτέρη ἐοῦσα τοῦ ἄλλου ὀστέου, καὶ οὐ διάδηλον ὅ τι τε αὐτοῦ ῥαφή ἐστιν, καὶ ὅ τι τοῦ βέλεος ἕδρη, ἢν μὴ κάρτα μεγάλη γένηται ἡ ἕδρη. Προσγίνεται δὲ καὶ ῥῆξις τῇ ἕδρῃ ὡς ἐπὶ τὸ πουλὺ, τῇ ἐν τῇσι ῥαφῇσι γιγνομένῃ, καὶ γίνεται καὶ αὐτὴ ἡ ῥήξις χαλεπωτέρη φράσασθαι, ἐῤῥωγότος τοῦ ὀστέου, διὰ τοῦτο, ὅτι κατ᾿ αὐτὴν τὴν ῥαφὴν ἡ ῥῆξις γίνεται ἢν ῥηγνύηται, ὡς ἐπὶ τὸ πουλύ. Ἕτοιμον γὰρ ταύτῃ ῥήγνυσθαι τὸ ὀστέον καὶ διαχαλᾷν, διὰ τὴν ἀσθένείην τῆς φύσιος τοῦ ὀστέου ταύτῃ καὶ διὰ τὴν ἀραιότητα, καὶ δὴ ἅτε τῆς ῥαφῆς ἑτοίμης ἐούσης ῥήγνυσθαι καὶ διαχαλᾷν· τὰ δ᾿ ἄλλα ὀστέα, τὰ περιέχοντα τὴν ῥαφὴν, μένει ἀῤῥαγέα, ὅτι ἰσχυρότερά ἐστι τῆς ῥαφῆς. Ἡ δὲ ῥῆξις ἡ κατὰ τὴν ῥαφὴν γινομένη καὶ διαχάλασίς ἐστι τῆς ῥαφῆς, καὶ φράσασθαι οὐκ εὐμαρὴς, οὔτε ἢν ὑπὸ ἕδρης τοῦ βέλεος γενομένης ἐν τῇ ῥαφῇ ῥαγῇ καὶ διαχαλάσῃ, οὔτε ἢν, φλασθέντος τοῦ ὀστέου κατὰ τὰς ῥαφὰς, ῥαγῇ καὶ διαχαλάσῃ· ἀλλ᾿ ἔτι χαλεπώτερον φράσασθαι τὴν ἀπὸ τῆς φλάσιος ῥωγμήν. Ξυγκλέπτουσι γὰρ τὴν γνώμην καὶ τὴν ὄψιν τοῦ ἰητροῦ αὗται αἱ ῥαφαὶ ῥωγμοειδέες φαινόμεναι, καὶ τρηχύτεραι ἐοῦσαι τοῦ ἄλλου ὀστέου, ὅτι μὴ ἰσχυρῶς διεκόπη, καὶ διεχάλασεν· διακοπὴ δὲ καὶ ἕδρη τωὐτόν ἐστιν. Ἀλλὰ χρὴ, εἰ κατὰ τὰς ῥαφὰς τὸ τρῶμα γένοιτο καὶ πρός γε τὸ ὀστέον καὶ ἐς τὸ ὀστέον στηρίξειε τὸ βέλος, προσέχοντα τὸν νόον, ἀνευρίσκειν ὅ τι πέπονθε τὸ ὀστέον. Ἀπὸ γὰρ ἴσων τε βελέων τὸ μέγεθος καὶ ὁμοίων, καὶ πολλὸν ἐλασσόνων, καὶ ὁμοίως τρωθεὶς καὶ πολὺ ἧσσον, πολλῷ μέζον ἐκτήσατο τὸ κακὸν ἐν τῷ ὀστέῳ ὁ ἐς τὰς ῥαφὰς δεξάμενος τὸ βέλος, ἢ ὁ μὴ ἐς τὰς ῥαφὰς δεξάμενος. Καὶ τουτέων τὰ πολλὰ πρίεσθαι δεῖ· ἀλλ᾿ οὐ χρὴ αὐτὰς τὰς ῥαφὰς πρίειν, ἀλλ᾿ ἀποχωρήσαντα ἐν τῷ πλησίον ὀστέῳ τὴν πρίσιν ποιέεσθαι, ἢν πρίῃς. 13. Περὶ δὲ ἰήσιος τρωσίων τῶν ἐν τῇ κεφαλῇ, καὶ ὡς χρὴ ἐξελέγχειν τὰς πάθας τὰς ἐν τῷ ὀστέῳ γινομένας τὰς μὴ φανερὰς, ὧδέ μοι δοκέει. Ἕλκος ἐν τῇ κεφαλῇ οὐ χρὴ τέγγειν οὐδενὶ, οὐδὲ οἴνῳ, ἀλλ᾿ ὡς ἥκιστα· οὐδὲ καταπλάσσειν, οὐδὲ μοτῷ τὴν ἴησιν ποιέεσθαι, οὐδ᾿ ἐπιδεῖν χρὴ ἕλκος ἐν κεφαλῇ, ἢν μὴ ἐν τῷ μετώπῳ ᾖ τὸ ἕλκος, ἐν τῷ ψιλῷ τῶν τριχῶν, ἢ περὶ τὴν ὀφρὺν καὶ τὸν ὀφθαλμόν. Ἐνταῦθα δὲ γινόμενα τὰ ἕλκεα καταπλάσιος καὶ ἐπιδέσιος μᾶλλον κέχρηται ἤ κου ἄλλοθι τῆς κεφαλῆς τῆς ἄλλης. Περιέχει γὰρ ἡ κεφαλὴ ἡ ἄλλὴ τὸ μέτωπον πᾶν· ἐκ δὲ τῶν περιεχόντων τὰ ἕλκεα, καὶ ἐν ὅτῳ ἂν ᾖ τὰ ἕλκεα, φλεγμαίνει καὶ ἐπανοιδίσκεται δι᾿ αἵματος ἐπιῤῥοήν. Χρὴ δὲ οὐδὲ τὰ ἐν τῷ μετώπῳ διὰ παντὸς τοῦ χρόνου καταπλάσσειν καὶ ἐπιδεῖν, ἀλλ᾿ ἐπειδὰν παύσηται φλεγμαίνοντα, καὶ τὸ οἴδημα καταστῇ, παύσασθαι καταπλάσσοντα καὶ ἐπιδέοντα. Ἐν δὲ τῇ ἄλλῃ κεφαλῇ ἕλκος οὔτε μοτοῦν χρὴ, οὔτε καταπλάσσειν, οὔτ᾿ ἐπιδεῖν, εἰ μὴ καὶ τομῆς δέοιτο. Τάμνειν δὲ χρὴ τῶν ἑλκέων τῶν ἐν τῇ κεφαλῇ γινομένων, καὶ ἐν τῷ μετώπῳ, ὅκου ἂν τὸ μὲν ὀστέον ψιλὸν ᾖ τῆς σαρκὸς, καὶ δοκέῃ τι σίνος ἔχειν ὑπὸ τοῦ βέλεος, τὰ ἕλκεα μὴ ἱκανὰ τὸ μέγεθος τοῦ μήκεος καὶ τῆς εὐρύτητος ἐς τὴν σκέψιν τοῦ ὀστέου, εἴ τι πέπονθεν ὑπὸ τοῦ βέλεος κακὸν, καὶ ὁκοῖόν τι πέπονθε, καὶ ὅσον μὲν ἡ σὰρξ πέφλασται, καὶ τὸ ὀστέον ἔχει τὸ σίνος, καὶ δ᾿ αὖ εἰ ἀσινές τέ ἐστι τὸ ὀστέον ὑπὸ τοῦ βέλεος, καὶ μηδὲν πέπονθε κακὸν, καὶ ἐς τὴν ἴησιν, ὁκοίης τινὸς δεῖται τό τε ἕλκος, ἥ τε σὰρξ, καὶ ἡ πάθη τοῦ ὀστέου Τὰ δὴ τοιαῦτα τῶν ἑλκέων τομῆς δεῖται. Καὶ ἂν μὲν τὸ ὀστέον ψιλωθῇ τῆς σαρκὸς, ὑπόκοιλα δὲ ᾖ ἐς πλάγιον ἐπιπολὺ, ἐπανατάμνειν τὸ κοῖλον, ὅκου μὴ εὐχερὲς τῷ φαρμάκῳ ἐφικέσθαι, ὁκοίῳ ἄν τινι χρῇ· καὶ τὰ κυκλοτερέα τῶν ἑλκέων καὶ ὑπόκοιλα ἐπὶ πουλὺ καὶ τὰ τοιαῦτα, ἐπανατάμνων τὸν κύκλον διχῆ κατὰ μῆκος, ὡς πέφυκεν ὥνθρωπος, μακρὸν ποιέειν τὸ ἕλκος. Τάμνοντι δὲ κεφαλὴν, τὰ μὲν ἄλλα τῆς κεφαλῆς ἀσφαλείην ἔχει ταμνόμενα· ὁ δὲ κρόταφος, καὶ ἄνωθεν ἔτι τοῦ κροτάφου, κατὰ τὴν φλέβα τὴν διὰ τοῦ κροτάφου φεφομένην, τοῦτο δὲ τὸ χωρίον μὴ τάμνειν. Σπασμὸς γὰρ ἐπιλαμβάνει τὸν τμηθέντα· καὶ ἢν μὲν ἐπ᾿ ἀριστερὰ τμηθῇ κροτάφου, τὰ ἐπὶ δεξιὰ ὁ σπασμὸς ἐπιλαμβάνει· ἤν δ᾿ ἐπὶ τὰ δεξιὰ τμηθῇ κροτάφου, τὰ ἐπ᾿ ἀριστερὰ ὁ σπασμὸς ἐπιλαμβάνει. 14. Ὅταν οὖν τάμνῃς ἕλκος ἐν κεφαλῇ ὀστέων εἵνεκα τῆς σαρκὸς ἐψιλωμένων, θέλων εἰδέναι εἴ τι ἔχει τὸ ὀστέον κακὸν ὑπὸ τοῦ βέλεος, ἢ καὶ οὐκ ἔχει, τάμνειν χρὴ τὸ μέγεθος τὴν ὠτειλὴν, ὅση ἂν δοκέῃ ἀποχρῆναι. Τάμνοντα δὲ χρὴ ἀναστεῖλαι τὴν σάρκα ἀπὸ τοῦ ὀστέου, ᾗ πρὸς τῇ μήνιγγι καὶ πρὸς τῷ ὀστέῳ πέφυκεν· ἔπειτα διαμοτῶσαι τὸ ἕλκος πᾶν μοτῷ, ὅστις εὐρύτατον τὸ ἕλκος παρέξει ἐς τὴν ὑστεραίην ξὺν ἐλαχίστῳ πόνῳ· μοτώσαντα δὲ καταπλάσματι χρῆσθαι, ὅσον ἂν χρόνον καὶ τῷ μοτῷ, μάζην ἐκ λεπτῶν ἀλφίτων ἐν ὄξει διαμάσσειν, ἢ ἕψειν καὶ γλίσχρην ποιέειν ὡς μάλιστα. Τῇ δ᾿ ὑστεραίῃ ἡμέρῃ, ἐπειδὰν ἐξέλῃς τὸν μοτὸν, κατιδὼν τὸ ὀστέον ὅ τι πέπονθεν, ἐὰν μή σοι καταφανὴς ᾖ ἡ τρῶσις, ὁκοίη τίς ἐστιν ἐν τῷ ὀστέῳ, μηδὲ διαγινώσκῃς εἴ τέ τι ἔχει τὸ ὀστέον κακὸν ἐν ἑωυτέῳ, ἢ καὶ οὐκ ἔχει, τὸ δὲ βέλος δοκέῃ ἀφικέσθαι ἐς τὸ ὀστέον καὶ σίνασθαι, ἐπιξύειν χρὴ τῷ ξυστῆρι κατὰ βάθος καὶ κατὰ μῆκος τοῦ ἀνθρώπου ὡς πέφυκε, καὶ αὖθις ἐπικάρσιον τὸ ὀστέον, τῶν ῥηξίων εἵνεκα τῶν ἀφανέων ἰδεῖν, καὶ τῆς φλάσιος εἵνεκα τῆς ἀφανέος, τῆς οὐκ ἐσφλωμένης ἔσω ἐκ τῆς φύσιος τῆς κεφαλῆς τοῦ ἄλλου ὀστέου. Ἐξελέγχει γὰρ ἡ ξύσις μάλα τὸ κακὸν, ἢν μὴ καὶ ἄλλως καταφανέες ἔωσιν αὗται αἱ πάθαι ἐοῦσαι ἐν τῷ ὀστέῳ. Καὶ ἢν ἕδρην ἴδῃς ἐν τῷ ὀστέῳ τοῦ βέλεος, ἐπιξύειν χρὴ αὐτήν τε τὴν ἕδρην, καὶ τὰ περιέχοντα αὐτὴν ὀστέα, μὴ πολλάκις τῇ ἕδρῃ προσγένηται ῥῆξις καὶ φλάσις, ἢ μούνη φλάσις, ἔπειτα λανθάνῃ οὐ καταφανέα ἐόντα. Ἐπειδὰν δὲ ξύσῃς τὸ ὀστέον τῷ ξυστῆρι, ἢν μὲν δοκέῃ ἐς πρίσιν ἀφίκειν ἡ τρῶσις τοῦ ὀστέου, πρίειν χρὴ, καὶ οὐ δεῖ τὰς τρεῖς ἡμέρας μὴ ὑπερβάλλειν ἀπρίωτον, ἀλλ᾿ ἐν ταύτῃσι πρίειν, ἄλλως τε καὶ τῆς θερμῆς ὥρης, ἢν ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα. Ἢν δὲ ὑποπτεύσῃς μὲν τὸ ὀστέον ἐῤῥωγέναι, ἢ πεφλάσθαι, ἢ ἀμφότερα ταῦτα, τεκμαιρόμενος, ὅτι ἰσχυρῶς τετρωται, ἐκ τῶν λόγων τοῦ τρωματίου, καὶ ὅτι ὑπὸ ἰσχυροτέρου τοῦ τρώσαντος, ἢν ἕτερος ὑφ᾿ ἑτέρου τρωθῇ, καὶ τὸ βέλος ὅτῳ ἐτρώθη, ὅτι τῶν κακούργων βελέων ἦν, ἔπειτα τὸν ἄνθρωπον ὅτι δῖνός τε ἔλαβε καὶ σκότος, καὶ ἐκαρώθη καὶ κατέπεσεν· τούτων δὲ οὕτω γιγνομένων, ἢν μὴ διαγινώσκῃς εἰ ἔῤῥωγε τὸ ὀστέον, ἢ πέφλασται, ἢ καὶ ἀμφότερα ταῦτα, μήτε ὅλως ὁρᾷν δύνῃ, δεῖ δὴ, ἐπὶ τὸ ὀστέον τὸ τηκτὸν τὸ μελάντατον δεύσαντα, τῷ μέλανι φαρμάκῳ τῷ τηκομένῳ στεῖλαι τὸ ἕλκος, ὑποτείναντα ὀθόνιον, ἐλαίῳ τέγξαντα, εἶτα καταπλάσαντα τῇ μάζῃ ἐπιδῆσαι· τῇ δ᾿ ὑστεραίῃ, ἀπολύσαντα, ἐκκαθήραντα τὸ ἕλκος, ἐπιξῦσαι. Καὶ ἢν μὴ ᾖ ὑγιὲς, ἀλλ᾿ ἐῤῥώγῃ καὶ πεφλασμένον ᾖ, τὸ μὲν ἄλλο ἔσται ὀστέον λευκὸν ἐπιξυόμενον· ἡ δὲ ῥωγμὴ καὶ ἡ φλάσις, κατατακέντος τοῦ φαρμάκου, δεξαμένη τὸ φάρμακον ἐς ἑωυτὴν μέλαν ἐὸν, ἔσται μέλαινα ἐν λευκῷ τῷ ὀστέῳ τῷ ἄλλῳ. Ἀλλὰ χρὴ αὖθις τὴν ῥωγμὴν ταύτην φανεῖσαν μέλαιναν ἐπιξέειν κατὰ βάθος· καὶ ἢν μὲν ἐπιξύων τὴν ῥωγμὴν ἐξέλῃς καὶ ἀφανέα ποιήσῃς, φλάσις μὲν γεγένηται τοῦ ὀστέου ἢ μᾶλλον ἢ ἧσσον, ἥτις περιέῤῥηξε καὶ τὴν ῥωγμὴν τὴν ἀφανισθεῖσαν ὑπὸ τοῦ ξυστῆρος· ἧσσον δὲ φοβερὸν καὶ ἧσσον ἂν πρῆγμα ἀπ᾿ αὐτέης γένοιτο ἀφανισθείσης τῆς ῥωγμῆς. Ἢν δὲ κατὰ βάθος ᾖ καὶ μὴ ἐθέλῃ ἐξιέναι ἐπιξυομένη, ἀφίκει ἐς πρίσιν ἡ τοιαύτη ξυμφορή. Ἀλλὰ χρὴ πρίσαντα τὰ λοιπὰ ἰητρεύειν τὸ ἔλκος. 15. Φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται. Ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι (ἢν καὶ ἄλλως μὴ μέλλῃ), ἢν καὶ ἡ σὰρξ ἡ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται· πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον. Καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ ἡ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται. Κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι. Ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα· οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη· ἀνάγκη γὰρ ἔχει τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι. Ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος· οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος. Ὁ δ᾿ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον· ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται· τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος.