ἔθνῃσκον δʼ ἐκ πάντων μέν, πλεῖστοι δʼ ἐκ τούτων, καὶ τούτων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης. ἐγίνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων, τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τούτων. μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ἐόντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο. συνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσιν ταύτῃσιν γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων. ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων ἐγίνετο. κοιλίαι τε γάρ, καὶ εἰ τύχοιεν ἐφυγραινόμεναι κακοήθεα τρόπον, ταχὺ συνίσταντο, γεύμασίν τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρηέες μετὰ ταῦτα. χρόνια δὲ καὶ τούτοισι τὰ περὶ τὴν στραγγουρίην καὶ ἐπιπόνως. οὖρα δὲ τούτοισιν ᾔει πολλὰ παχέα καὶ ποικίλα καὶ ἐρυθρά, μειξόπυα μετʼ ὀδύνης. περιεγένοντο δὲ πάντες οὗτοι, καὶ οὐδένα τούτων οἶδα ἀπο θανόντα. ὅσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι. πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφάλειαν ὑγιείης σημαί νουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅ τι δὲ τούτων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. λέγειν τὰ προγενόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα· μελετᾶν ταῦτα. ἀσκεῖν περὶ τὰ νοσήματα δύο, ὠφελεῖν ἢ μὴ βλάπτειν. ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα καὶ ὁ νοσέων καὶ ὁ ἰητρός· ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰητροῦ. τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρεα μετʼ ὀδύνης ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖσι· φρενιτικοῖσι μὲν σπασμοί, καὶ ἰώδεα ἐπανεμεῦσιν, ἔνιοι ταχυθάνατοι τούτων. ἐν καύσοισι δὲ καὶ τοῖς ἄλλοις πυρετοῖς, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας καὶ ὑποχονδρίου σύντασις οὐ μετʼ ὀδύνης γίνεται, τούτοισιν αἱμορραγεῖ διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσιν χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὅσοις ἤδη τὸ θερμὸν κρατεῖται, παραπληγικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.