<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg005.perseus-grc2" n="5"><label>5.</label><p rend="align(indent)">ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς <pb n="406"/> καὶ δριμέων ῤευμάτων ἐπιῤῥύσιες γίγνονται· ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενος· δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥέοντα· ὅθεν διαφθαρέντος τοῦ αἵματος, καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, καταψύξιές τε γίγνονται ὑπὸ τῆς στάσιος, καὶ σκοτώσιες, καὶ ἀφωνίη, καὶ καρηβαρίη, καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ· ἔνθεν ἐπίληπτοι γίγνονται ἢ παραπλῆγες, ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῤεύματα, καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ. ἀλλὰ χρὴ τοὺς <pb n="408"/> τοιούτους προπυριῶντα φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῤευμάτων· εὐβοηθητότερα γάρ ἐστιν· καὶ ἀναλαμβάνοντα, καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω· τὴν δὲ κάτω κοιλίην, ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῤώμη περιέχῃ, πλεῖον ἑκκαίδεκα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg005.perseus-grc2" n="6"><label>6.</label><p rend="align(indent)">Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῤεῦμα πουλὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῤεῦμα πλεῖον <pb n="410"/> διὰ τὴν εὐρύτητα ἐπισπάσωνται· ὁκόταν δὲ ψυχρὸν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρον ἐὸν καὶ ἐμφρακτικόν. διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἣν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη. ὁκόταν οὖν <pb n="412"/> πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ. φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· <pb n="414"/> χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ. ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῤεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἀντίσπασις τοῦ <pb n="416"/> πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι. τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.</p></div></div></body></text></TEI>