25. ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε· κάτω δὲ μηδενὶ τῶν τοιῶνδε. κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν· καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν· κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι· τῷ τοιῷδε σώματι μηδὲν προσφέρεσθαι, ἔξω τῆς ἀνατρίψιος. τὰ δὲ ἐκ τῆς κάτω κοιλίης λυόμενα διʼ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοῦτοι γὰρ ἢ ἀπόλλυνται, ἢ ἄνευ ἄλλων κακῶν οὐ γίγνονται ὑγιέες, ἀλλʼ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα. 26. πόμα ὑδρωπιῶντι· κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης, καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοισιν ὕδατος τὰ σώματα, ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειψάμενος πρότερον, νῆστις δὲ πινέτω· ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος. 27. Ἴσχαιμον. ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα, ἢ πυτίην ξυστρέψαντα ἐμβῆσαι ἐς τὸν μυκτῆρα, ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπιπασάμενος πίεσον, καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν· καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ, καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ γίγνηται.