22. τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρέειν καὶ φυλάσσειν ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαπεφυλάχθαι ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, καὶ ἀσφαλέως ὁκότε δεῖ προσενεγκεῖν, εἰδέναι· ἔστι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος. 23. εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου, ἢ ἐξ ἀφροδισίων, τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας, τοὺς ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους, καὶ ἀμαυρὰ βλέποντας, καὶ οἷσιν ἦχοι τῶν οὐάτων ἐμπίπτουσι, καὶ τῆς οὐρήθρης ἀκρατέως διακειμένους, τοὺς ἰκτεριώδεας, καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσι, καὶ αἱμοῤῥαγέοντας ἐκ ῤινὸς ἢ καθʼ ἕδρην σφοδρῶς, ἢν ἐν ἐμφυσήμασιν ἔωσιν, ἢ πόνος αὐτοῖσιν ἐπιτρέχῃ σφοδρὸς, καὶ μὴ ἐπικρατέωσιν· τῶν τοιῶνδε μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξει, καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταὐτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις. 24. ἢν δὲ αἷμα τινὶ ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην, καὶ οὕτως ἀφαιρέειν, καὶ λιμοκτονέειν, καὶ οἶνον ἀφαιρέειν αὐτέων· ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε. ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκέῃ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.