20. Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος, ἐγχειρέων γίγνεσθαι ἄφυκτος, ὁ δὲ μετʼ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος· μάλιστα δὲ ταλαιπωρίη, καὶ πυρίη, καὶ ἐγκρατείη· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ οὐρητικώτατος ἂν εἴη, καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος ᾖ, καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ ἡλικίη ἀκμάζη, καὶ ῤώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω· καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα πονεέτω, καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ. 21. ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ· ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς. ἢν δὲ πυρετὸς μὴ ἔχη, καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον, καὶ λίνου σπέρμα, καὶ πύρινα ἄλφιτα, καὶ τῶν αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλέσας, ἐπιπάσσων πινέτω· καὶ ὠὰ ἡμιπαγέα ἐσθιέτω ὀπτὰ, καὶ σεμίδαλιν, καὶ κέγχρον, καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν, καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.