16. Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῤεῦμα· ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ διʼ ἀκρησίην ἢ διʼ ἄλλην τινὰ ἰσχυρὴν αἰτίην ἔμπυοι γίγνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξει εἶναι ὁ ἐλλέβορος· ἢν δὲ διαλύηται τὸ σῶμα, ἢ πόνος ἐν κεφαλῆ ᾖ, ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῤὶς, ἢ πτυελισμὸς, ἢ γουνάτων βάρος, ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν ξυμβαίνῃ μήτε ὑπὸ ποτῶν, μήτε ὑπὸ ἀφροδισίων, μήτε ὑπὸ λύπης, μήτε ὑπὸ φροντίδων, μήτε ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείην. 17. τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δʼ ἂν αὐτέων ᾖ τοιάδε, δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων. 18. ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος ὡς ἂν παρὰ το ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει. καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστῇν, ἀριστήσωσιν, ὄγκος πουλὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται· ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν· κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· κἢν μὲν λαπαχθῆ, δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ, καὶ ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν, ἢν διψῇ, ἐπιπιόντα ἀναπαύεσθαι· ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι· τὰ δʼ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα, βραδυπορώτερά ἐστι, καὶ ἐγκυκλέεται, καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια, καὶ ἐς οὔρησιν οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς, μηδὲν ἔργον ὀξέως διαπρήξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, ἕως ἂν καταπεφθῇ μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει, τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι, καὶ θερμόν τι ἐπιῤῥοφῇν, πρὸς ὅπερ μάλιστα ἡδίστως ἔχουσιν· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτεῦσι, κενοὶ καὶ ἀδύνατοί εἰσι, καὶ οὐρέουσι θερμὸν, παρὰ τὸ ἔθος κενεαγγέοντες· γίγνεται δὲ καὶ τὸ στόμα ἁλυκὸν καὶ πικρὸν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ, καὶ κροτάφους ἐπιξυντείνονται, καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκως περ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ δειπνέειν ἔλασσον ἢ μεμαθήκασι, καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου, καὶ λαχάνων λάπαθον, ἢ μαλάχην, ἢ πτισάνην, ἢ σεῦτλα· πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον, ὁκόσον ξύμμετρον, καὶ ὑδαρέστερον, καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσῃ· χρεέσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσιν. βρώματα δὲ μάλιστα ἐπισημαίνει· σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα, καὶ κεφαλῆς βάρος, καὶ ἄσην, καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ, καὶ τοῦτο ἔχει ἀγαθόν· ἄριστον δὲ αὐτοῦ φαγέειν μέλλοντι ἐς πόσιν ἰέναι, ἢ μεθύοντι. τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, τό τʼὠμὸν καὶ ἄπεπτον· κάκιστον δὲ ἐν ποτῷ φαγέειν πεπληρωμένοισιν. ὄσπρια δὲ πάντα φυσώδεα, καὶ ὠμὰ, καὶ ἑφθὰ, καὶ πεφρυγμένα· ἥκιστα δὲ βεβρεγμένα καὶ χλωρά· τουτέοισι δὲ μὴ χρέεσθαι, ἢν μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων. Ἐρέβινθος μὲν φῦσαν, ὠμὸς καὶ πεφρυγμένος, καὶ πόνον ἐμποιέει. φακὸς δὲ στύφει, καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ. Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει. σίλφιον δὲ καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ, ἀλλὰ καλέεται ξηρὴ χολέρη· μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν. τὰ μὲν γὰρ μελαγχολικὰ παθήματα καὶ παροξυνθείη ἂν ὑπὸ βοείων κρεῶν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων, καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα δʼἂν ἀπαλλάξαιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισιν. Αἴγεια δὲ κρέα, ὅσα τε βοείοισιν ἔνι κακὰ, πάντα ἔχει, τήν τε ἀπεψίην, καὶ φυσωδέστερα καὶ ἐρευγματώδεα, καὶ χολέρης γεννητικά· ἔστι δὲ τὰ εὐωδέστατα, στερεὰ καὶ ἥδιστα, ταῦτα ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δὲ ἀηδέστατα, δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα, καὶ τὰ πρόσφατα· βέλτιστα δέ ἐστι τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα ἢ περικαῆ· χολερώδεα δʼἂν εἴη καὶ ἐκταρακτικά. ὕεια δὲ βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτε ἰσχυρῶς πίονα, μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήτε ἡλικίην φέροντα παλαιοῦ ἱερείου· ἐσθίειν δὲ ἄνευ τῆς φορίνης καὶ ὑπόψυχρα.