4. πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσι νουσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι. ὁκόσοι μὲν οὖν πτισάνῃσι χρέονται, ἐν τουτέοισι τοῖσι νουσήμασιν οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι, ἀλλὰ χρηστέον, καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης, δὶς δοτέον· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν, ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ, ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς δοτέον, ἤν τι δοκέῃ προσδεῖν. πλῆθος δὲ ἀρκέει κατʼ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλʼ ὁκόσον ἕνεκεν τοῦ ἔθεος ἐσιέναι τι, καὶ κενεαγγίην μὴ γίγνεσθαι πολλήν. περὶ δὲ τῆς ἐπιδόσιος ἐς πλῆθος τοῦ ῤοφήματος, ἢν μὲν ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῤοφήματος ἢ μελίκρητον, ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δʼ ἁρμόζον ἐφʼ ἑκάστοισι τῶν τρόπων εἰρήσεται. ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πλεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῤοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι· τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα κρίσιος σημαίνει, τὰ δὲ βραδύτερον καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσιν. καὶ ταῦτα αὐτὰ μὲν καθʼ ἑωυτὰ τοιάδε τὸ ἐπίπαν ἐστίν· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον. καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλέον ἐπιδιδόναι ἄχρι κρίσιος· μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περισσὸν προμηθήσῃ· μετὰ δὲ τοῦτο, τῷ μὲν ῤοφήματι τὸ πρωϊ χρηστέον, ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν. ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπουλὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεομένοισιν. αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα αὐτόματοι παύονται, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι, αἵ τε καθάρσιες πολλῷ τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίγνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες. 5. τὰς δὲ πτισάνας χρὴ ἐκ κριθέων τε ὡς βελτίστων εἶναι καὶ κάλλιστα ἡψῆσθαι, καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι. μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμοῦ γὰρ προσίσχει, οὐδὲ μένει κατὰ τὴν τοῦ θώρηκος ἴξιν. Ὀλισθηροτάτη τε καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ. ἢν οὖν μὴ προστιμωρήσῃ τις ὁκόσων δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῆ βεβλάψεται. Ὁκόσοισι γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῤόφημα δώῃ, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτʼ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικὸν γὰρ πλεύμονος, καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης, καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης, καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα ταμὼν, ὁκότερον ἂν τουτέων ξυμφέρῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοὶ τῶν τοιουτέων γίγνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι, ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν· οἱ μέν τοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῤέγχεος ἀποπνιγέντες. μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα· οὐχ ἥκιστα δὲ, ὅτι καὶ ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον δὲ τουτέου τόδε ἐστὶν, ὅτι, πρὶν λυθῆναι τὴν ὀδύνην, θνήσκουσιν· ταχέως γὰρ πνευματίαι γίγνονται· ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῤέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πλεύμονος. καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπιτοπουλὺ ἐστίν· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι· καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι τιμωρέουσι· τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. καταλαμβάνει δὲ ταῦτα, οὐ μοῦνον ἢν πτισάνῃ ἀκαίρως χρέωνται, ἀλλὰ πουλὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερον. 6. μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν νεοβρῶτι ἐόντι αὐτέῳ καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ, ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῤοφήματος, ἔστʼ ἂν οἴηται κεχωρηκέναι ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ· ἢν δὲ πολλὴ δίψα ᾖ, μελικρήτῳ καὶ ὕδατι. ἔπειτα, ἢν μὲν ἄλγημά τι ἐνῇ, ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῤόφημα μήτε πουλὺ μήτε παχὺ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. ἤν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. καιρὸν δὲ τῆς δόσιος τοῦ ῤοφήματος τόνδε μάλιστα φυλάσσεσθαι, κατʼ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῤοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὁκόταν δὲ ἡ θέρμη καταβῇ ἐς τοὺς πόδας, τότε διδόναι, καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πάσῃσι τῇσι νούσοισιν· οὐχ ἥκιστα δὲ ἐν τῇσιν ὀξείῃσι, μάλιστα δὲ ἐν τῇσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτῃσιν. χρέεσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβέως θεωρέων.