περὶ μὲν τούτων ὧδε ἔχει. ὁκόσαι δὲ πρὸς τὰς δύσιας κεῖνται καὶ αὐτῇσίν ἐστι σκέπη τῶν πνευμάτων τῶν ἀπὸ τῆς ἠοῦς πνεόντων τά τε θερμὰ πνεύματα παραρρεῖ καὶ τὰ ψυχρὰ ἀπὸ τῶν ἄρκτων, ἀνάγκη ταύτας τὰς πόλιας θέσιν κεῖσθαι νοσερωτάτην. πρῶτον μὲν γὰρ τὰ ὕδατα οὐ λαμπρά· αἴτιον δέ, ὅτι ὁ ἠὴρ τὸ ἑωθινὸν κατέχει ὡς ἐπὶ τὸ πολύ, ὅστις τῷ ὕδατι ἐγκαταμιγνύμενος τὸ λαμπρὸν ἀφανίζει· ὁ γὰρ ἥλιος πρὶν ἄνω ἀρθῆναι οὐκ ἐπιλάμπει. τοῦ δὲ θέρεος ἕωθεν μὲν αὖραι ψυχραὶ πνέουσι καὶ δρόσοι πίπτουσι· τὸ δὲ λοιπὸν ἥλιος ἐγκαταδύνων ὥστε μάλιστα διέψει τοὺς ἀνθρώπους, διὸ καὶ ἀχρόους τε εἰκὸς εἶναι καὶ ἀρρώστους, τῶν τε νοσευμάτων πάντων μετέχειν μέρος τῶν προειρημένων· οὐδὲν γὰρ αὐτοῖς ἀποκέκριται. βαρυφώνους τε εἰκὸς εἶναι καὶ βραγχώδεας διὰ τὸν ἠέρα, ὅτι ἀκάθαρτος ὡς ἐπὶ τὸ πολὺ αὐτόθι γίνεται καὶ νοσώδης· οὔτε γὰρ ὑπὸ τῶν βορείων ἐκκρίνεται σφόδρα· οὐ γὰρ προσέχουσι τὰ πνεύματα· ἅ τε προσέχουσιν αὐτοῖσι καὶ πρόσκεινται ὑδατεινότατά ἐστιν· ἐπεὶ τοιαῦτα τὰ ἀπὸ τῆς ἑσπέρης πνεύματα· ἔοικέν τε μετοπώρῳ μάλιστα ἡ θέσις ἡ τοιαύτη τῆς πόλιος κατὰ τὰς τῆς ἡμέρης μεταβολάς, ὅτι πολὺ τὸ μέσον γίνεται τοῦ τε ἑωθινοῦ καὶ τοῦ πρὸς τὴν δείλην. περὶ μὲν πνευμάτων, ἅ τέ ἐστιν ἐπιτήδεια καὶ ἀνεπιτήδεια, ὧδε ἔχει. περὶ δὲ τῶν λοιπῶν ὑδάτων βούλομαι διηγήσασθαι, ἅ τέ ἐστι νοσώδεα καὶ ἃ ὑγιεινότατα καὶ ὁκόσα ἀφʼ ὕδατος κακὰ εἰκὸς γίνεσθαι καὶ ὅσα ἀγαθά. πλεῖστον γὰρ μέρος συμβάλλεται ἐς τὴν ὑγιείην. ὁκόσα μὲν οὖν ἐστιν ἑλώδεα καὶ στάσιμα καὶ λιμναῖα, ταῦτα ἀνάγκη τοῦ μὲν θέρεος εἶναι θερμὰ καὶ παχέα καὶ ὀδμὴν ἔχοντα, ἅτε οὐκ ἀπόρρυτα ἐόντα· ἀλλὰ τοῦ τε ὀμβρίου ὕδατος ἐπιφερομένου αἰεὶ νέου τοῦ τε ἡλίου καίοντος ἀνάγκη ἄχροά τε εἶναι καὶ πονηρὰ καὶ χολώδεα, τοῦ δὲ χειμῶνος παγετώδεά τε καὶ ψυχρὰ καὶ τεθολωμένα ὑπό τε χιόνος καὶ παγετῶν, ὥστε φλεγματωδέστατα εἶναι καὶ βραγχωδέστατα. τοῖσι δὲ πίνουσι σπλῆνας μὲν αἰεὶ μεγάλους εἶναι καὶ μεμυωμένους καὶ τὰς γαστέρας σκληράς τε καὶ λεπτὰς καὶ θερμάς, τοὺς δὲ ὤμους καὶ τὰς κληῖδας καὶ τὸ πρόσωπον καταλελεπτύσθαι· ἐς γὰρ τὸν σπλῆνα αἱ σάρκες συντήκονται, διότι ἰσχνοί εἰσιν· ἐδωδούς τε εἶναι τοὺς τοιούτους καὶ διψηρούς· τάς τε κοιλίας ξηροτάτας τε καὶ θερμοτάτας καὶ τὰς ἄνω καὶ τὰς κάτω ἔχειν, ὥστε τῶν φαρμάκων ἰσχυροτέρων δεῖσθαι. τοῦτο μὲν τὸ νόσημα αὐτοῖσι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος. πρὸς δὲ τούτοισιν οἱ ὕδρωπες πλεῖστοί τε γίνονται καὶ θανατωδέστατοι. τοῦ γὰρ θέρεος δυσεντερίαι τε πολλαὶ ἐμπίπτουσι καὶ διάρροιαι καὶ πυρετοὶ τεταρταῖοι πολυχρόνιοι. ταῦτα δὲ τὰ νοσεύματα μηκυνθέντα τὰς τοιαύτας φύσιας ἐς ὕδρωπας καθίστησι καὶ ἀποκτείνει. ταῦτα μὲν αὐτοῖσι τοῦ θέρεος γίνεται. τοῦ δὲ χειμῶνος τοῖσι νεωτέροισι μὲν περιπνευμονίαι τε καὶ μανιώδεα νοσεύματα, τοῖσι δὲ πρεσβυτέροισι καῦσοι διὰ τὴν τῆς κοιλίης σκληρότητα. τῇσι δὲ γυναιξὶν οἰδήματα ἐγγίνεται καὶ φλέγμα λευκόν, καὶ ἐν γαστρὶ ἴσχουσι μόλις καὶ τίκτουσι χαλεπῶς· μεγάλα τε τὰ ἔμβρυα καὶ οἰδέοντα. ἔπειτα ἐν τῇσι τροφῇσι φθινώδεά τε καὶ πονηρὰ γίνεται· ἥ τε κάθαρσις τῇσι γυναιξὶν οὐκ ἐπιγίνεται χρηστὴ μετὰ τὸν τόκον. τοῖσι δὲ παιδίοισι κῆλαι ἐπιγίνονται μάλιστα καὶ τοῖσιν ἀνδράσι κίρσοι καὶ ἕλκεα ἐν τῇσι κνήμῃσιν, ὥστε τὰς τοιαύτας φύσιας οὐχ οἷόν τε μακροβίους εἶναι, ἀλλὰ προγηράσκειν τοῦ χρόνου τοῦ ἱκνευμένου. ἔτι δὲ αἱ γυναῖκες δοκέουσιν ἔχειν ἐν γαστρί, καὶ ὁκόταν ὁ τόκος ᾖ, ἀφανίζεται τὸ πλήρωμα τῆς γαστρός. τοῦτο δὲ γίνεται, ὁκόταν ὑδρωπιήσωσιν αἱ ὑστέραι. τὰ μὲν τοιαῦτα ὕδατα νομίζω μοχθηρὰ εἶναι πρὸς ἅπαν χρῆμα· δεύτερα δὲ ὅσων εἶεν αἱ πηγαὶ ἐκ πετρέων — σκληρὰ γὰρ ἀνάγκη εἶναι — ἢ ἐκ γῆς, ὅκου θερμὰ ὕδατά ἐστιν, ἢ σίδηρος γίνεται ἢ χαλκὸς ἢ ἄργυρος ἢ χρυσὸς ἢ θεῖον ἢ στυπτηρίη ἢ ἄσφαλτον ἢ νίτρον. ταῦτα γὰρ πάντα ὑπὸ βίης γίνονται τοῦ θερμοῦ. οὐ τοίνυν οἷόν τε ἐκ τοιαύτης γῆς ὕδατα ἀγαθὰ γίνεσθαι, ἀλλὰ σκληρὰ καὶ καυσώδεα διουρεῖσθαί τε χαλεπὰ καὶ πρὸς τὴν διαχώρησιν ἐναντία εἶναι. ἄριστα δὲ ὁκόσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ λόφων γεηρῶν. αὐτά τε γάρ ἐστι γλυκέα καὶ λευκὰ καὶ τὸν οἶνον φέρειν ὀλίγον οἷά τέ ἐστιν. τοῦ δὲ χειμῶνος θερμὰ γίνεται, τοῦ δὲ θέρεος ψυχρά. οὕτω γὰρ ἂν εἴη ἐκ βαθυτάτων πηγέων. μάλιστα δὲ ἐπαινέω ὧν τὰ ῥεύματα πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου ἐρρώγασι καὶ μᾶλλον πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρότερα εἶναι καὶ εὐώδεα καὶ κοῦφα. ὁκόσα δέ ἐστιν ἁλυκὰ καὶ ἀτέραμνα καὶ σκληρά, ταῦτα μὲν πάντα πίνειν οὐκ ἀγαθά· εἰσὶ δʼ ἔνιαι φύσιες καὶ νοσεύματα, ἐς ἃ ἐπιτήδειά ἐστι τὰ τοιαῦτα ὕδατα πινόμενα, περὶ ὧν φράσω αὐτίκα. ἔχει δὲ περὶ τούτων ὧδε· ὁκόσων μὲν αἱ πηγαὶ πρὸς τὰς ἀνατολὰς ἔχουσι, ταῦτα μὲν ἄριστα αὐτὰ ἑωυτῶν ἐστι· δεύτερα δὲ τὰ μεταξὺ τῶν θερινῶν ἀνατολέων ἐστὶ τοῦ ἡλίου καὶ δυσίων, καὶ μᾶλλον τὰ πρὸς τὰς ἀνατολάς· τρίτα δὲ τὰ μεταξὺ τῶν δυσμέων τῶν θερινῶν καὶ τῶν χειμερινῶν· φαυλότατα δὲ τὰ πρὸς τὸν νότον καὶ τὰ μεταξὺ τῆς χειμερινῆς ἀνατολῆς καὶ δύσιος. καὶ ταῦτα τοῖσι μὲν νοτίοισι πάνυ πονηρά, τοῖσι δὲ βορείοισιν ἀμείνω. τούτοισι δὲ πρέπει ὧδε χρῆσθαι· ὅστις μὲν ὑγιαίνει τε καὶ ἔρρωται, μηδεν διακρίνειν, ἀλλὰ πίνειν αἰεὶ τὸ παρεόν. ὅστις δὲ νούσου εἵνεκα βούλεται τὸ ἐπιτηδειότατον πίνειν, ὧδε ἂν ποιέων μάλιστα τυγχάνοι τῆς ὑγιείης· ὁκόσων μὲν αἱ κοιλίαι σκληραί εἰσι καὶ συγκαίειν ἀγαθαί, τούτοισι μὲν τὰ γλυκύτατα συμφέρει καὶ κουφότατα καὶ λαμπρότατα· ὁκόσων δὲ μαλθακαὶ αἱ νηδύες καὶ ὑγραί εἰσι καὶ φλεγματώδεες, τούτοισι δὲ τὰ σκληρότατα καὶ ἀτεραμνότατα καὶ τὰ ὑφαλυκά· οὕτω γὰρ ἂν ξηραίνοιντο μάλιστα. ὁκόσα γὰρ ὕδατά ἐστιν ἕψειν ἄριστα καὶ τακερώτατα, ταῦτα καὶ τὴν κοιλίην διαλύειν εἰκὸς μάλιστα καὶ διατήκειν· ὁκόσα δέ ἐστιν ἀτέραμνα καὶ σκληρὰ καὶ ἥκιστα ἑψανά, ταῦτα δὲ συνίστησι μάλιστα τὰς κοιλίας καὶ ξηραίνει. ἀλλὰ γὰρ ψευσάμενοι εἰσὶν οἱ ἄνθρωποι τῶν ἁλμυρῶν ὑδάτων πέρι διʼ ἀπειρίην, καὶ ὅτι νομίζεται διαχωρητικά· τὰ δὲ ἐναντιώτατά ἐστι πρὸς τὴν διαχώρησιν· ἀτέραμνα γὰρ καὶ ἀνέψανα, ὥστε καὶ τὴν κοιλίην ὑπʼ αὐτῶν στύφεσθαι μᾶλλον ἢ τήκεσθαι. καὶ περὶ μὲν τῶν πηγαίων ὑδάτων ὧδε ἔχει. περὶ δὲ τῶν ὀμβρίων καὶ ὁκόσα ἀπὸ χιόνος φράσω ὅκως ἔχει. τὰ μὲν οὖν ὄμβρια κουφότατα καὶ γλυκύτατά ἐστι καὶ λεπτότατα καὶ λαμπρότατα. τήν τε γὰρ ἀρχὴν ὁ ἥλιος ἀνάγει καὶ ἀναρπάζει τοῦ ὕδατος τό τε λεπτότατον καὶ κουφότατον. δῆλον δὲ οἱ ἅλες ποιέουσι. τὸ μὲν γὰρ ἁλμυρὸν λείπεται αὐτοῦ ὑπὸ πάχεος καὶ βάρεος καὶ γίνεται ἅλες, τὸ δὲ λεπτότατον ὁ ἥλιος ἀναρπάζει ὑπὸ κουφότητος· ἀνάγει δὲ τὸ τοιοῦτο οὐκ ἀπὸ τῶν ὑδάτων μοῦνον τῶν λιμναίων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης καὶ ἐξ ἁπάντων ἐν ὁκόσοισι ὑγρόν τι ἔνεστιν. ἔνεστι δὲ ἐν παντὶ χρήματι. καὶ ἐξ αὐτῶν τῶν ἀνθρώπων ἄγει τὸ λεπτότατον τῆς ἰκμάδος καὶ κουφότατον. τεκμήριον δὲ μέγιστον· ὅταν ἄνθρωπος ἐν ἡλίῳ βαδίζῃ ἢ καθίζῃ ἱμάτιον ἔχων, ὁκόσα μὲν τοῦ χρωτὸς ὁ ἥλιος ἐφορᾷ, οὐχ ἱδρῴη ἄν· ὁ γὰρ ἥλιος ἀναρπάζει τὸ προφαινόμενον τοῦ ἱδρῶτος· ὁκόσα δὲ ὑπὸ τοῦ ἱματίου ἐσκέπασται ἢ ὑπʼ ἄλλου του, ἱδροῖ. ἐξάγεται μὲν γὰρ ὑπὸ τοῦ ἡλίου καὶ βιάζεται, σῴζεται δὲ ὑπὸ τῆς σκέπης, ὥστε μὴ ἀφανίζεσθαι ὑπὸ τοῦ ἡλίου. ὁκόταν δὲ ἐς σκιὴν ἀφίκηται, ἅπαν τὸ σῶμα ὁμοίως ἰδίει· οὐ γὰρ ἔτι ὁ ἥλιος ἐπιλάμπει. διὰ ταῦτα δὲ καὶ σήπεται τῶν ὑδάτων τάχιστα ταῦτα καὶ ὀδμὴν ἴσχει πονηρὴν τὸ ὄμβριον, ὅτι ἀπὸ πλείστων συνῆκται καὶ συμμέμικται, ὥστε σήπεσθαι τάχιστα. ἔτι δὲ πρὸς τούτοισιν ἐπειδὰν ἁρπασθῇ καὶ μετεωρισθῇ περιφερόμενον καὶ καταμεμιγμένον ἐς τὸν ἠέρα, τὸ μὲν θολερὸν αὐτοῦ καὶ νυκτοειδὲς ἐκκρίνεται καὶ ἐξίσταται καὶ γίνεται ἠὴρ καὶ ὀμίχλη, τὸ δὲ λαμπρότατον καὶ κουφότατον αὐτοῦ λείπεται καὶ γλυκαίνεται ὑπὸ τοῦ ἡλίου καιόμενόν τε καὶ ἑψόμενον. γίνεται δὲ καὶ τἄλλα πάντα τὰ ἑψόμενα αἰεὶ γλυκύτερα. ἕως μὲν οὖν διεσκεδασμένον ᾖ καὶ μήπω συνεστήκῃ, φέρεται μετέωρον. ὁκόταν δέ κου ἀθροισθῇ καὶ συστραφῇ ἐς τὸ αὐτὸ ὑπὸ ἀνέμων ἀλλήλοισιν ἐναντιωθέντων ἐξαίφνης, τότε καταρρήγνυται, ᾗ ἂν τύχῃ πλεῖστον συστραφέν. τότε γὰρ ἐοικὸς τοῦτο μᾶλλον γίνεσθαι, ὁκόταν τὰ νέφεα ὑπὸ ἀνέμου στάσιν μὴ ἔχοντος ὡρμημένα ἐόντα καὶ χωρέοντα ἐξαίφνης ἀντικόψῃ πνεῦμα ἐναντίον καὶ ἕτερα νέφεα· ἐνταῦθα τὸ μὲν πρῶτον αὐτοῦ συστρέφεται, τὰ δὲ ὄπισθεν ἐπιφέρεταί τε καὶ οὕτω παχύνεται καὶ μελαίνεται καὶ συστρέφεται ἐς τὸ αὐτὸ καὶ ὑπὸ βάρεος καταρρήγνυται καὶ ὄμβροι γίνονται. ταῦτα μέν ἐστιν ἄριστα κατὰ τὸ εἰκός. δεῖται δὲ ἀφέψεσθαι καὶ ἀποσήπεσθαι· εἰ δὲ μή, ὀδμὴν ἴσχει πονηρὴν καὶ βράγχος καὶ βῆχες καὶ βαρυφωνίη τοῖς πίνουσι προσίσταται. τὰ δὲ ἀπὸ χιόνος καὶ κρυστάλλων πονηρὰ πάντα. ὁκόταν γὰρ ἅπαξ παγῇ, οὐκ ἔτι ἐς τὴν ἀρχαίην φύσιν καθίσταται, ἀλλὰ τὸ μὲν αὐτοῦ λαμπρὸν καὶ κοῦφον καὶ γλυκὺ ἐκκρίνεται καὶ ἀφανίζεται, τὸ δὲ θολωδέστατον καὶ σταθμωδέστατον λείπεται. γνοίης δʼ ἂν ὧδε· εἰ γὰρ βούλει, ὅταν ᾖ χειμών, ἐς ἀγγεῖον μέτρῳ ἐγχέας ὕδωρ θεῖναι ἐς τὴν αἰθρίην, ἵνα πήξεται μάλιστα, ἔπειτα τῇ ὑστεραίῃ ἐσενεγκὼν ἐς ἀλέην, ὅκου χαλάσει μάλιστα ὁ παγετός, ὁκόταν δὲ λυθῇ, ἀναμετρεῖν τὸ ὕδωρ, εὑρήσεις ἔλασσον συχνῷ. τοῦτο τεκμήριον, ὅτι ὑπὸ τῆς πήξιος ἀφανίζεται καὶ ἀναξηραίνεται τὸ κουφότατον καὶ λεπτότατον, οὐ τὸ βαρύτατον καὶ παχύτατον· οὐ γὰρ ἂν δύναιτο. ταύτῃ οὖν νομίζω πονηρότατα ταῦτα τὰ ὕδατα εἶναι τὰ ἀπὸ χιόνος καὶ κρυστάλλου καὶ τὰ τούτοισιν ἑπόμενα πρὸς ἅπαντα χρήματα. περὶ μὲν οὖν ὀμβρίων ὑδάτων καὶ τῶν ἀπὸ χιόνος καὶ κρυστάλλων οὕτως ἔχει. λιθιῶσι δὲ μάλιστα ἄνθρωποι καὶ ὑπὸ νεφριτίδων καὶ στραγγουρίης ἁλίσκονται καὶ ἰσχιάδων, καὶ κῆλαι γίνονται, ὅκου ὕδατα πίνουσι παντοδαπώτατα καὶ ἀπὸ ποταμῶν μεγάλων, ἐς οὓς ποταμοὶ ἕτεροι ἐμβάλλουσι, καὶ ἀπὸ λίμνης, ἐς ἣν ῥεύματα πολλὰ καὶ παντοδαπὰ ἀφικνεῦνται, καὶ ὁκόσοι ὕδασιν ἐπακτοῖσι χρέονται διὰ μακροῦ ἀγομένοισι καὶ μὴ ἐκ βραχέος. οὐ γὰρ οἷόν τε ἕτερον ἑτέρῳ ἐοικέναι ὕδωρ, ἀλλὰ τὰ μὲν γλυκέα εἶναι, τὰ δὲ ἁλυκά τε καὶ στυπτηριώδεα, τὰ δὲ ἀπὸ θερμῶν ῥεῖν. συμμισγόμενα δὲ ταῦτα ἐς τωὐτὸ ἀλλήλοισι στασιάζει καὶ κρατεῖ αἰεὶ τὸ ἰσχυρότατον. ἰσχύει δὲ οὐκ αἰεὶ τωὐτό, ἀλλὰ ἄλλοτε ἄλλο κατὰ τὰ πνεύματα· τῷ μὲν γὰρ βορέης τὴν ἰσχὺν παρέχεται, τῷ δὲ ὁ νότος, καὶ τῶν λοιπῶν πέρι ωὑτὸς λόγος. ὑφίστασθαι οὖν τοῖσι τοιούτοισιν ἀνάγκη ἐν τοῖς ἀγγείοις ἰλὺν καὶ ψάμμον· καὶ ἀπὸ τούτων πινομένων τὰ νοσήματα γίνεται τὰ προειρημένα· ὅτι δὲ οὐχ ἅπασιν, ἑξῆς φράσω. ὁκόσων μὲν ἥ τε κοιλίη εὔροός τε καὶ ὑγιηρή ἐστι καὶ ἡ κύστις μὴ πυρετώδης μηδὲ ὁ στόμαχος τῆς κύστιος συμπέφρακται λίην, οὗτοι μὲν διουρεῦσι ῥηϊδίως, καὶ ἐν τῇ κύστει οὐδὲν συστρέφεται. ὁκόσων δὲ ἂν ἡ κοιλίη πυρετώδης ᾖ, ἀνάγκη καὶ τὴν κύστιν τωὐτὸ πάσχειν. ὁκόταν γὰρ θερμανθῇ μᾶλλον τῆς φύσιος, ἐφλέγμηνεν αὐτῆς ὁ στόμαχος. ὁκόταν δὲ ταῦτα πάθῃ, τὸ οὖρον οὐκ ἀφίησιν, ἀλλʼ ἐν ἑωυτῇ συνέψει καὶ συγκαίει. καὶ τὸ μὲν λεπτότατον αὐτοῦ ἀποκρίνεται καὶ τὸ καθαρώτατον διιεῖ καὶ ἐξουρεῖται, τὸ δὲ παχύτατον καὶ θολωδέστατον συστρέφεται καὶ συμπήγνυται. καὶ τὸ μὲν πρῶτον μικρόν, ἔπειτα δὲ μέζον γίνεται. κυλινδεύμενον γὰρ ὑπὸ τοῦ οὔρου, ὅ τι ἂν συνίστηται παχύ, συναρμόζει πρὸς ἑωυτό, καὶ οὕτως αὔξεταί τε καὶ πωροῦται· καὶ ὁκόταν οὐρῇ, πρὸς τὸν στόμαχον τῆς κύστιος προσπίπτει ὑπὸ τοῦ οὔρου βιαζόμενον καὶ κωλύει οὐρεῖν καὶ ὀδύνην παρέχει ἰσχυρήν· ὥστε τὰ αἰδοῖα τρίβουσι καὶ ἕλκουσι τὰ παιδία τὰ λιθιῶντα· δοκεῖ γὰρ αὐτοῖς τὸ αἴτιον ἐνταῦθα εἶναι τῆς οὐρήσιος. τεκμήριον δέ, ὅτι οὕτως ἔχει· τὸ γὰρ οὖρον λαμπρότατον οὐρέουσιν οἱ λιθιῶντες, ὅτι τὸ παχύτατον καὶ θολωδέστατον αὐτοῦ μένει καὶ συστρέφεται. τὰ μὲν πλεῖστα οὕτω λιθιᾷ· γίνεται δὲ παισὶν καὶ ἀπὸ τοῦ γάλακτος, ἢν μὴ ὑγιηρὸν ᾖ, ἀλλὰ θερμόν τε λίην καὶ χολῶδες. τὴν γὰρ κοιλίην διαθερμαίνει καὶ τὴν κύστιν, ὥστε τὸ οὖρον συγκαιόμενον ταῦτα πάσχειν. καί φημι ἄμεινον εἶναι τοῖς παιδίοισι τὸν οἶνον ὡς ὑδαρέστατον διδόναι· ἧσσον γὰρ τὰς φλέβας συγκαίει καὶ συναυαίνει. τοῖσι δὲ θήλεσι λίθοι οὐ γίνονται ὁμοίως· ὁ γὰρ οὐρητὴρ βραχύς ἐστιν ὁ τῆς κύστιος καὶ εὐρύς, ὥστε βιάζεσθαι τὸ οὖρον ῥηϊδίως. οὔτε γὰρ τῇ χειρὶ τρίβει τὸ αἰδοῖον ὥσπερ τὸ ἄρσεν, οὔτε ἅπτεται τοῦ οὐρητῆρος· ἐς γὰρ τὰ αἰδοῖα ξυντέτρηνται, οἱ δὲ ἄνδρες οὐκ εὐθὺ τέτρηνται, καὶ διότι οἱ οὐρητῆρες οὐκ εὐρεῖς· καὶ πίνουσι πλεῖον ἢ οἱ παῖδες. περὶ μὲν οὖν τούτων ὧδε ἔχει ἢ ὅτι τούτων ἐγγύτατα. περὶ δὲ τῶν ὡρέων ὧδε ἄν τις ἐνθυμεύμενος διαγινώσκοι, ὁκοῖόν τι μέλλει ἔσεσθαι τὸ ἔτος, εἴτε νοσερὸν εἴτε ὑγιηρόν· ἢν μὲν γὰρ κατὰ λόγον γένηται τὰ σημεῖα ἐπὶ τοῖς ἄστροισι δύνουσί τε καὶ ἐπιτέλλουσιν, ἔν τε τῷ μετοπώρῳ ὕδατα γένηται, καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίην εὔδιος μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι ὕδατα γένηται ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς εἶναι. ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἦρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες γίνεσθαι καὶ ὀφθαλμίας καὶ δυσεντερίας ἐμποιεῖν. ὁκόταν γὰρ τὸ πνῖγος ἐπιγένηται ἐξαίφνης τῆς τε γῆς ὑγρῆς ἐούσης ὑπὸ τῶν ὄμβρων τῶν ἐαρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλόον τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου ἐούσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις μήτε τοῦ ἐγκεφάλου ἀνεξηρασμένου — οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ οὐ πλαδᾶν τὸ σῶμα καὶ τὴν σάρκα — · ὥστε τοὺς πυρετοὺς ἐπιπίπτειν ὀξυτάτους ἅπασιν, μάλιστα δὲ τοῖσι φλεγματίῃσι. καὶ δυσεντερίας εἰκός ἐστι γίνεσθαι καὶ τῇσι γυναιξὶ καὶ τοῖς εἴδεσι τοῖς ὑγροτάτοισι. καὶ ἢν μὲν ἐπὶ κυνὸς ἐπιτολῇ ὕδωρ ἐπιγένηται καὶ χειμὼν καὶ οἱ ἐτησίαι πνεύσωσιν, ἐλπὶς παύσασθαι καὶ τὸ μετόπωρον ὑγιηρὸν γενέσθαι· ἢν δὲ μή, κίνδυνος θανάτους τε γενέσθαι τοῖσι παιδίοισι καὶ τῇσι γυναιξίν, τοῖσι δὲ πρεσβύτῃσιν ἥκιστα, τούς τε περιγενομένους ἐς τεταρταίους ἀποτελευτᾶν καὶ ἐκ τῶν τεταρταίων ἐς ὕδρωπας. ἢν δʼ ὁ μὲν χειμὼν νότιος γένηται καὶ ἔπομβρος καὶ εὔδιος, τὸ δὲ ἦρ βόρειόν τε καὶ αὐχμηρὸν καὶ χειμέριον, πρῶτον μὲν τὰς γυναῖκας, ὁκόσαι ἂν τύχωσιν ἐν γαστρὶ ἔχουσαι καὶ ὁ τόκος αὐτῇσιν ᾖ πρὸς τὸ ἦρ, ἐκτιτρώσκεσθαι· ὁκόσαι δʼ ἂν καὶ τέκωσιν, ἀκρατέα τὰ παιδία τίκτειν καὶ νοσώδεα, ὥστε ἢ αὐτίκα ἀπόλλυσθαι, ἢ ζῶσι λεπτά τε ἐόντα καὶ ἀσθενέα καὶ νοσώδεα. ταῦτα μὲν τῇσι γυναιξί· τοῖσι δὲ λοιποῖσι δυσεντερίας καὶ ὀφθαλμίας ξηρὰς καὶ ἐνίοισι καταρρόους ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν πνεύμονα. τοῖσι μὲν οὖν φλεγματίῃσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ φλέγματος ἐπικαταρρυέντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσιος· τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός· τοῖσι δὲ πρεσβύτῃσι καταρρόους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν, ὥστε ἐξαίφνης τοὺς μὲν ἀπόλλυσθαι, τοὺς δὲ παραπλήκτους γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. ὁκόταν γὰρ τοῦ χειμῶνος ἐόντος νοτίου καὶ θερμοῦ τοῦ σώματος μὴ συνιστῆται ὁ ἐγκέφαλος μηδὲ αἱ φλέβες, τοῦ ἦρος ἐπιγενομένου βορείου καὶ αὐχμηροῦ καὶ ψυχροῦ ὁ ἐγκέφαλος, ὁπηνίκα αὐτὸν ἔδει ἅμα καὶ τῷ ἦρι διαλύεσθαι καὶ καθαίρεσθαι ὑπό τε κορύζης καὶ βράγχων, τηνικαῦτα πήγνυταί τε καὶ συνίσταται, ὥστε ἐξαίφνης τοῦ θέρεος ἐπιγενομένου καὶ τοῦ καύματος καὶ τῆς μεταβολῆς ἐπιγινομένης ταῦτα τὰ νοσεύματα ἐπιπίπτειν. καὶ ὁκόσαι μὲν τῶν πολίων κέονταί τε καλῶς τοῦ ἡλίου καὶ τῶν πνευμάτων ὕδασί τε χρέονται ἀγαθοῖσιν, αὗται μὲν ἧσσον αἰσθάνονται τῶν τοιούτων μεταβολέων· ὁκόσαι δὲ ὕδασί τε ἑλείοισι χρέονται καὶ λιμνώδεσι κέονταί τε μὴ καλῶς τῶν πνευμάτων καὶ τοῦ ἡλίου, αὗται δὲ μᾶλλον. κἢν μὲν τὸ θέρος αὐχμηρὸν γένηται, θᾶσσον παύονται αἱ νοῦσοι· ἢν δὲ ἔπομβρον, πολυχρόνιοι γίνονται· καὶ φαγεδαίνας κίνδυνος ἐγγίνεσθαι ἀπὸ πάσης προφάσιος, ἢν ἕλκος ἐγγένηται. καὶ λειεντερίαι καὶ ὕδρωπες τελευτῶσι τοῖσι νοσεύμασιν ἐπιγίνονται· οὐ γὰρ ἀποξηραίνονται αἱ κοιλίαι ῥηϊδίως. ἢν δὲ τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον καὶ τὸ μετόπωρον, τὸν χειμῶνα ἀνάγκη νοσερὸν εἶναι καὶ τοῖς φλεγματίῃσι καὶ τοῖς γεραιτέροισι τεσσαράκοντα ἐτέων καύσους γίνεσθαι εἰκός, τοῖσι δὲ χολώδεσι πλευρίτιδας καὶ περιπνευμονίας. ἢν δὲ τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίας ἐς τὸν χειμῶνα καὶ σφακέλους τοῦ ἐγκεφάλου εἰκὸς γίνεσθαι, καὶ προσέτι βράγχους καὶ κορύζας καὶ βῆχας, ἐνίοισι δὲ καὶ φθίσιας. ἢν δὲ βόρειόν τε ᾖ καὶ ἄνυδρον καὶ μήτε ὑπὸ κύνα ἔπομβρον μήτε ἐπὶ τῷ ἀρκτούρῳ, τοῖσι μὲν φλεγματίῃσι φύσει συμφέρει μάλιστα καὶ τοῖς ὑγροῖς τὰς φύσιας καὶ τῇσι γυναιξί· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται. λίην γὰρ ἀναξηραίνονται καὶ ὀφθαλμίαι αὐτοῖσιν ἐπιγίνονται ξηραί, καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀναξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον· ἀφʼ ὧν ταῦτα τὰ νοσεύματα αὐτοῖσι γίνεται. τοῖσι δὲ φλεγματίῃσι πάντα ταῦτα ἀρωγά ἐστιν. ἀποξηραίνονται γὰρ καὶ ἐς τὸν χειμῶνα ἀφικνέονται οὐ πλαδῶντες, ἀλλὰ ἀναξηραινόμενοι.