<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2" n="11"><p>κατὰ ταῦτά τις ἐννοεύμενος καὶ σκοπεύμενος προειδείη ἂν τὰ πλεῖστα τῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν μεταβολέων. φυλάσσεσθαι δὲ χρὴ μάλιστα τὰς μεταβολὰς τῶν ὡρέων τὰς μεγίστας καὶ μήτε φάρμακον διδόναι ἑκόντα μήτε καίειν ὅ τι ἐς κοιλίην μήτε τάμνειν, πρὶν παρέλθωσιν ἡμέραι δέκα ἢ καὶ πλείονες· μέγισται δέ εἰσιν αἵδε αἱ τέσσαρες καὶ ἐπικινδυνόταται· ἡλίου τροπαὶ ἀμφότεραι καὶ μᾶλλον αἱ θεριναὶ <milestone ed="Loeb" n="10" unit="line"/> καὶ αἱ ἰσημερίαι νομιζόμεναι εἶναι ἀμφότεραι, μᾶλλον δὲ αἱ μετοπωριναί· δεῖ δὲ καὶ τῶν ἄστρων τὰς ἐπιτολὰς φυλάσσεσθαι καὶ μάλιστα τοῦ κυνός, ἔπειτα ἀρκτούρου, καὶ ἔτι πληϊάδων δύσιν. τά τε γὰρ νοσεύματα μάλιστα ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν κρίνεται. καὶ τὰ μὲν ἀποφθίνει, τὰ δὲ λήγει, τὰ δὲ ἄλλα πάντα μεθίσταται ἐς ἕτερον <milestone ed="Loeb" n="17" unit="line"/> εἶδος καὶ ἑτέρην κατάστασιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2" n="12"><p>περὶ μὲν τούτων οὕτως ἔχει. βούλομαι δὲ περὶ τῆς Ἀσίης καὶ τῆς Εὐρώπης δεῖξαι ὁκόσον διαφέρουσιν ἀλλήλων ἐς τὰ πάντα καὶ περὶ τῶν ἐθνέων τῆς μορφῆς, ὅτι διαλλάσσει καὶ μηδὲν ἔοικεν ἀλλήλοισιν. περὶ μὲν οὖν ἁπάντων πολὺς ἂν εἴη λόγος, περὶ δὲ τῶν μεγίστων καὶ πλεῖστον διαφερόντων ἐρέω ὥς μοι δοκεῖ ἔχειν. τὴν Ἀσίην πλεῖστον διαφέρειν φημὶ τῆς Εὐρώπης <pb n="p.106"/> ἐς τὰς φύσιας τῶν συμπάντων τῶν τε ἐκ τῆς <milestone ed="Loeb" n="10" unit="line"/> γῆς φυομένων καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ καλλίονα καὶ μέζονα πάντα γίνεται ἐν τῇ Ἀσίῃ, ἥ τε χώρη τῆς χώρης ἡμερωτέρη καὶ τὰ ἤθεα τῶν ἀνθρώπων ἠπιώτερα καὶ εὐοργητότερα. τὸ δὲ αἴτιον τούτων ἡ κρῆσις τῶν ὡρέων, ὅτι τοῦ ἡλίου ἐν μέσῳ τῶν ἀνατολέων κεῖται πρὸς τὴν ἠῶ τοῦ τε ψυχροῦ πορρωτέρω. τὴν δὲ αὔξησιν καὶ ἡμερότητα παρέχει πλεῖστον ἁπάντων, ὁκόταν μηδὲν ᾖ ἐπικρατέον βιαίως, ἀλλὰ παντὸς ἰσομοιρίη δυναστεύῃ. ἔχει δὲ κατὰ τὴν Ἀσίηνοὐ πανταχῇ<milestone ed="Loeb" n="20" unit="line"/> ὁμοίως, ἀλλʼ ὅση μὲν τῆς χώρης ἐν μέσῳ κεῖται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, αὕτη μὲν εὐκαρποτάτη ἐστὶ καὶ εὐδενδροτάτη καὶ εὐδιεστάτη καὶ ὕδασι καλλίστοισι κέχρηται τοῖσί τε οὐρανίοισι καὶ τοῖς ἐκ τῆς γῆς. οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίην οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυδρίης ἀναξηραίνεται, οὔτε ὑπὸ ψύχεος βεβιασμένη οὔτε νοτία τε καὶ διάβροχός ἐστιν ὑπό τε ὄμβρων πολλῶν καὶ χιόνος· τά τε ὡραῖα αὐτόθι πολλὰ εἰκὸς γίνεσθαι, ὁκόσα τε ἀπὸ <milestone ed="Loeb" n="30" unit="line"/> σπερμάτων καὶ ὁκόσα αὐτὴ ἡ γῆ ἀναδιδοῖ φυτά, ὧν τοῖς καρποῖσι χρέονται ἄνθρωποι, ἡμεροῦντες ἐξ ἀγρίων καὶ ἐς ἐπιτήδειον μεταφυτεύοντες· τά τε ἐντρεφόμενα κτήνεα εὐθηνεῖν εἰκός, καὶ μάλιστα τίκτειν τε πυκνότατα καὶ ἐκτρέφειν κάλλιστα· τούς τε ἀνθρώπους εὐτραφέας εἶναι καὶ τὰ εἴδεα καλλίστους καὶ μεγέθει μεγίστους καὶ ἥκιστα διαφόρους ἐς τά τε εἴδεα αὐτῶν καὶ τὰ μεγέθεα· εἰκός τε τὴν χώρην ταύτην τοῦ ἦρος ἐγγύτατα εἶναι κατὰ τὴν φύσιν καὶ τὴν μετριότητα<milestone ed="Loeb" n="40" unit="line"/> τῶν ὡρέων. τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον<pb n="p.108"/> καὶ τὸ ἔμπονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τοιαύτῃ φύσει ἐγγίνεσθαι οὔτε ὁμοφύλου οὔτε ἀλλοφύλου, ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατεῖν <gap reason="lost"/> διότι πολύμορφα γίνεται τὰ ἐν <milestone ed="Loeb" n="45" unit="line"/> τοῖς θηρίοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2" n="13"><p>περὶ μὲν οὖν Αἰγυπτίων καὶ Λιβύων οὕτως ἔχειν μοι δοκεῖ. περὶ δὲ τῶν ἐν δεξιῇ τοῦ ἡλίου τῶν ἀνατολέων τῶν θερινῶν μέχρι Μαιώτιδος λίμνης — οὗτος γὰρ ὅρος τῆς Εὐρώπης καὶ τῆς Ἀσίης — ὧδε ἔχει περὶ αὐτῶν· τὰ δὲ ἔθνεα ταῦτα ταύτῃ διάφορα αὐτὰ ἑωυτῶν μᾶλλόν ἐστι τῶν προδιηγημένων διὰ τὰς μεταβολὰς τῶν ὡρέων καὶ τῆς χώρης τὴν φύσιν. ἔχει δὲ καὶ κατὰ τὴν γῆν ὁμοίως ἅπερ καὶ κατὰ τοὺς ἄλλους <milestone ed="Loeb" n="10" unit="line"/> ἀνθρώπους. ὅκου γὰρ αἱ ὧραι μεγίστας μεταβολὰς ποιέονται καὶ πυκνοτάτας, ἐκεῖ καὶ ἡ χώρη ἀγριωτάτη καὶ ἀνωμαλωτάτη ἐστί, καὶ εὑρήσεις ὄρεα τε πλεῖστα καὶ δάσεα καὶ πεδία καὶ λειμῶνας ἐόντας. ὅκου δὲ αἱ ὧραι μὴ μέγα ἀλλάσσουσιν, ἐκείνοις ἡ χώρη ὁμαλωτάτη ἐστίν. οὕτω δὲ ἔχει καὶ περὶ τῶν ἀνθρώπων, εἴ τις βούλεται ἐνθυμεῖσθαι. εἰσὶ γὰρ φύσιες αἱ μὲν ὄρεσιν ἐοικυῖαι δενδρώδεσί τε καὶ ἐφύδροισιν, αἱ δὲ λεπτοῖσί τε καὶ ἀνύδροις, αἱ δὲ λειμακεστέροις <milestone ed="Loeb" n="20" unit="line"/> τε καὶ ἑλώδεσι, αἱ δὲ πεδίῳ τε καὶ ψιλῇ καὶ ξηρῇ γῇ. αἱ γὰρ ὧραι αἱ μεταλλάσσουσαι τῆς μορφῆς τὴν φύσιν εἰσὶ διάφοροι. ἢν δὲ <pb n="p.110"/> διάφοροι ἔωσι μέγα σφέων αὐτέων, διαφοραὶ <milestone ed="Loeb" n="24" unit="line"/> καὶ πλείονες γίνονται τοῖς εἴδεσι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2" n="14"><p>καὶ ὁκόσα μὲν ὀλίγον διαφέρει τῶν ἐθνέων παραλείψω, ὁκόσα δὲ μεγάλα ἢ φύσει ἢ νόμῳ, ἐρέω περὶ αὐτῶν ὡς ἔχει. καὶ πρῶτον περὶ τῶν Μακροκεφάλων. τούτων γὰρ οὐκ ἔστιν ἄλλο ἔθνος ὁμοίας τὰς κεφαλὰς ἔχον οὐδέν· τὴν μὲν γὰρ ἀρχὴν ὁ νόμος αἰτιώτατος ἐγένετο τοῦ μήκεος τῆς κεφαλῆς, νῦν δὲ καὶ ἡ φύσις συμβάλλεται τῷ νόμῳ. τοὺς γὰρ μακροτάτην ἔχοντας τὴν κεφαλὴν γενναιοτάτους ἡγέονται. ἔχει <milestone ed="Loeb" n="10" unit="line"/> δὲ περὶ νόμου ὧδε· τὸ παιδίον ὁκόταν γένηται τάχιστα, τὴν κεφαλὴν αὐτοῦ ἔτι ἁπαλὴν ἐοῦσαν μαλθακοῦ ἐόντος ἀναπλάσσουσι τῇσι χερσὶ καὶ ἀναγκάζουσιν ἐς τὸ μῆκος αὔξεσθαι δεσμά τε προσφέροντες καὶ τεχνήματα ἐπιτήδεια, ὑφʼ ὧν τὸ μὲν σφαιροειδὲς τῆς κεφαλῆς κακοῦται, τὸ δὲ μῆκος αὔξεται. οὕτως τὴν ἀρχὴν ὁ νόμος κατειργάσατο, ὥστε ὑπὸ βίης τοιαύτην τὴν φύσιν γενέσθαι· τοῦ δὲ χρόνου προϊόντος ἐν φύσει ἐγένετο, ὥστε τὸν νόμον μηκέτι ἀναγκάζειν. ὁ γὰρ <milestone ed="Loeb" n="20" unit="line"/> γόνος πανταχόθεν ἔρχεται τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς ἀπό τε τῶν νοσερῶν νοσερός. εἰ οὖν γίνονται ἔκ τε φαλακρῶν φαλακροὶ καὶ ἐκ γλαυκῶν γλαυκοὶ καὶ ἐκ διεστραμμένων στρεβλοὶ ὡς ἐπὶ τὸ πλῆθος, καὶ περὶ τῆς ἄλλης μορφῆς ὁ αὐτὸς λόγος, τί κωλύει καὶ ἐκ μακροκεφάλου μακροκέφαλον γίνεσθαι; νῦν δὲ ὁμοίως οὐκέτι γίνονται ὡς πρότερον· ὁ γὰρ νόμος οὐκέτι <milestone ed="Loeb" n="28" unit="line"/> ἰσχύει διὰ τὴν ὁμιλίην τῶν ἀνθρώπων.</p></div><pb n="p.112"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2" n="15"><p>περὶ μὲν οὖν τούτων οὕτως ἔχειν μοι δοκεῖ. περὶ δὲ τῶν ἐν Φάσει· ἡ χώρη ἐκείνη ἑλώδης ἐστὶ καὶ θερμὴ καὶ ὑδατεινὴ καὶ δασεῖα, ὄμβροι τε αὐτόθι γίνονται πᾶσαν ὥρην πολλοί τε καὶ ἰσχυροί· ἥ τε δίαιτα τοῖς ἀνθρώποις ἐν τοῖς ἕλεσίν ἐστιν, τά τε οἰκήματα ξύλινα καὶ καλάμινα ἐν τοῖς ὕδασι μεμηχανημένα· ὀλίγῃ τε χρέονται βαδίσει κατὰ τὴν πόλιν καὶ τὸ ἐμπόριον, ἀλλὰ μονοξύλοις διαπλέουσιν ἄνω καὶ <milestone ed="Loeb" n="10" unit="line"/> κάτω· διώρυγες γὰρ πολλαί εἰσι. τὰ δὲ ὕδατα θερμὰ καὶ στάσιμα πίνουσιν ὑπό τε τοῦ ἡλίου σηπόμενα καὶ ὑπὸ τῶν ὄμβρων ἐπαυξόμενα. αὐτός τε ὁ Φᾶσις στασιμώτατος πάντων τῶν ποταμῶν καὶ ῥέων ἠπιώτατα. οἵ τε καρποὶ οἱ γινόμενοι αὐτόθι πάντες ἀναλδέες εἰσὶ καὶ τεθηλυσμένοι καὶ ἀτελέες ὑπὸ πολυπληθείης τοῦ ὕδατος· διὸ καὶ οὐ πεπαίνονται. ἠήρ τε πολὺς κατέχει τὴν χώρην ἀπὸ τῶν ὑδάτων. διὰ ταύτας δὴ τὰς προφάσιας τὰ εἴδεα ἀπηλλαγμένα τῶν <milestone ed="Loeb" n="20" unit="line"/> λοιπῶν ἀνθρώπων ἔχουσιν οἱ Φασιηνοί· τά τε γὰρ μεγέθεα μεγάλοι, τὰ πάχεα δʼ ὑπερπάχητες, ἄρθρον τε κατάδηλον οὐδὲν οὐδὲ φλέψ· τήν τε χροιὴν ὠχρὴν ἔχουσιν ὥσπερ ὑπὸ ἰκτέρου ἐχόμενοι· φθέγγονταί τε βαρύτατον ἀνθρώπων, τῷ ἠέρι χρεώμενοι οὐ λαμπρῷ, ἀλλὰ νοτώδει καὶ θολερῷ· πρός τε τὸ ταλαιπωρεῖν τὸ σῶμα ἀργότεροι πεφύκασιν. αἵ τε ὧραι οὐ πολὺ μεταλλάσσουσιν οὔτε πρὸς τὸ πνῖγος οὔτε πρὸς τὸ ψῦχος. τά τε πνεύματα τὰ πολλὰ νότια πλὴν αὔρης <milestone ed="Loeb" n="30" unit="line"/> μιῆς ἐπιχωρίης. αὕτη δὲ πνεῖ ἐνίοτε βίαιος καὶ χαλεπὴ καὶ θερμή· καὶ κέγχρονα ὀνομάζουσι <pb n="p.114"/> τοῦτο τὸ πνεῦμα. ὁ δὲ βορέης οὐ σφόδρα ἀφικνεῖται·<milestone ed="Loeb" n="33" unit="line"/> ὁκόταν δὲ πνέῃ, ἀσθενὴς καὶ βληχρός.</p></div></div></body></text></TEI>