εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥυφήματα ἐν τῇσι νούσοισιν οὐ συμφέρει, ἀλλʼ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονταί σφισι οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. ὅσοι δὲ ἂν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον ἢ μᾶζαν ἢ ἄρτον, καὶ ἢν πάνυ σμικρόν, δεκαπλασίως ἂν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥυφέοντες, διʼ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥυφεῖν μὲν συμφέρει, ἐσθίειν δʼ οὔ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη, ἢ εἰ ὀλίγα· καὶ εἰ ὀλίγα δέ, πονήσειεν ἄν. πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον καὶ τὸν ὑγιᾶ ἐόντα καὶ τὸν κάμνοντα. τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογεομένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφήν, ἢ ἐκεῖνος ὁ ἀπʼ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισιν τροφήν, ᾗ νῦν χρώμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης τε καὶ θηριώδεος διαίτης εὑρών τε καὶ παρασκευασάμενος; ἐμοὶ μὲν γὰρ φαίνεται ὁ αὐτὸς λόγος καὶ ἓν καὶ ὅμοιον τὸ εὕρημα. ὁ μέν, ὅσων μὴ ἐδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ὑγιαίνουσα ἐπικρατεῖν ἐμπιπτόντων διὰ τὴν θηριότητά τε καὶ τὴν ἀκρησίην, ὁ δέ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ δύνηται ἐπικρατεῖν, ταῦτα ἐζήτησεν ἀφελεῖν. τί δὴ τοῦτο ἐκείνου διαφέρει ἀλλʼ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον καὶ πλείονος πρηγματίης, ἀρχὴ δὲ ἐκείνη ἡ πρότερον γενομένη; εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν τὴν τῶν θηρίων τε καὶ τῶν ἄλλων ζῴων οὐ βλαβερωτέρην πρὸς τὴν τῶν ὑγιαινόντων. ἀνὴρ γὰρ κάμνων νοσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀπόρων μήτε αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλʼ ὅ τι αὐτῷ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλοι καταφαγεῖν ἄρτον καὶ κρέας ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλόν, ἀλλὰ πολλῷ ἔλασσον ἢ ὑγιαίνων ἂν ἐδύνατο, ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα μήτε αὖ ἰσχυρὴν φάγοι τι ὧν βοῦς ἢ ἵππος φαγὼν ἂν ὠφελοῖτό τε καὶ ἰσχύοι, ὀρόβους ἢ κριθὰς ἢ ἄλλο τι τῶν τοιούτων, μὴ πολύ, ἀλλὰ πολλῷ μεῖον ἢ δύναιτο, οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε καὶ κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτῇ ὁδῷ ζητεομένη εὑρίσκοιτο ἄν. καὶ εἰ μὲν ἦν ἁπλοῦν, ὥσπερ ὑφήγητο, ὅσα μὲν ἦν ἰσχυρότερα, ἔβλαπτεν, ὅσα δʼ ἦν ἀσθενέστερα, ὠφέλει τε καὶ ἔτρεφεν καὶ τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα· πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστερον. νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται. τὸ γὰρ τοῦ λιμοῦ μένος δύνα ται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι. πολλὰ δὲ καὶ ἄλλα κακὰ ἑτεροῖα τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ δεινά, καὶ ἀπὸ κενώσιος. διότι πολλὸν ποικιλώτερά τε καὶ διὰ πλείονος ἀκριβείης ἐστί. δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι. μέτρον δὲ οὔτε ἀριθμὸν οὔτε σταθμὸν ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβές, οὐκ ἂν εὕροις ἀλλʼ ἢ τοῦ σώματος τὴν αἴσθησιν. διὸ ἔργον οὕτω καταμαθεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα. κἂν ἐγὼ τοῦτον τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα. τὸ δὲ ἀτρεκὲς ὀλιγάκις ἔστι κατιδεῖν. ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν τὰ αὐτά μοι δοκέουσιν τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν. καὶ γὰρ ἐκεῖνοι ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν· ὅταν δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς πᾶσιν ἤδη ἀνθρώποις διʼ ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπολέσαντες τὴν ναῦν. οὕτω δὴ καὶ οἱ κακοί τε καὶ οἱ πλεῖστοι ἰητροί, ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς ἄν τις τὰ μέγιστα ἐξαμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο-πολλὰ δὲ τοιαῦτα νοσήματα καὶ πολλόν τι πλείω τῶν δεινῶν ἀνθρώποις συμβαίνει — ἐν μὲν τοῖσι τοιούτοις ἁμαρτάνοντες οὐ καταφανέες εἰσὶν τοῖσιν ἰδιώτῃσιν· ὅταν δʼ ἐντύχωσιν μεγάλῳ τε καὶ ἰσχυρῷ καὶ ἐπισφαλεῖ νοσήματι, τότε σφέων τά τε ἁμαρτήματα καὶ ἡ ἀτεχνίη πᾶσι καταφανής· οὐ γὰρ ἐς μακρὸν αὐτῶν ἑκατέρου αἱ τιμωρίαι, ἀλλὰ διὰ τάχεος πάρεισιν. ὅτι δʼ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. ἔστι γὰρ οἷσιν αὐτῶν συμφέρει μονοσιτεῖν, καὶ τοῦτο διὰ τὸ συμφέρον οὕτως αὐτοὶ ἐτάξαντο, ἄλλοισι δὲ ἀριστῆν διὰ τὴν αὐτὴν ἀνάγκην· οὕτω γὰρ αὐτοῖσι συμφέρει. καὶ μὴν τοῦτʼ εἰσὶ οἳ διʼ ἡδονὴν ἢ διʼ ἄλλην τινὰ συγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτῶν. τοῖς μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει, ὁπότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτεῖν εἴτε ἀριστῆν, τούτῳ τῷ ἔθει χρῆσθαι. εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο ἔξω τοῦ συμφέροντος ποιέοντες ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ συμβαίνει αὐτῶν ἑκατέροισι παρʼ ἡμέρην μιαν καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν ὑπερφυὴς κακοπάθεια. οἱ μὲν γὰρ ἢν ἀριστήσωσιν μὴ συμφέροντος αὐτοῖσι, εὐθέως βαρέες καὶ νωθροὶ καὶ τὸ σῶμα καὶ τὴν γνώμην χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες· ἢν δὲ καὶ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη καταρρήγνυται. καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, καὶ ἢν τὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, ταῦτα δὶς προσενέγκωνται καὶ μηδὲν πλείω. τοῦτο δέ, ἢν ἀριστῆν μεμαθηκώς τις — καὶ οὕτως αὐτῷ συμφέρον ἦν — μὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινή, τρόμος, ἀψυχίη· ἐπὶ τούτοις ὀφθαλμοὶ κοῖλοι, οὖρον χλωρότερον καὶ θερμότερον, στόμα πικρόν, καὶ τὰ σπλάγχνα δοκεῖ οἱ κρέμασθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργείη. ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνεῖν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνει. ταῦτα δὲ αὐτὰ μετὰ στρόφον καὶ ψόφου καταβαίνοντα συγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζουσι τεταραγμένα τε καὶ θορυβώδεα. πολλοῖσι δὲ καὶ τούτων αὕτη ἀρχὴ νούσου ἐγένετο.