<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg001.perseus-grc2" n="5"><p>σκεψώμεθα δὲ καὶ τὴν ὁμολογεομένως ἰητρικήν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ἣ καὶ ὄνομα καὶ τεχνίτας ἔχει, ἦρά τι καὶ αὐτὴ τῶν αὐτῶν ἐθέλει, καὶ πόθεν ποτὲ ἦρκται. ἐμοὶ μὲν γάρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδʼ ἂν ζητῆσαι ἰητρικὴν δοκεῖ οὐδείς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσι ὑγιαίνουσιν ἥρμοζεν. ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι, τὸν αὐτὸν τρόπον, ὅνπερ οἱ <milestone unit="line" n="10" ed="Loeb"/> ὑγιαίνοντες, διαιτέονται πρὸς ἡδονήν, καὶ οὔτʼ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν οὔθʼ ὑποστείλαιντο ἄν. οἱ δὲ ζητήσαντες καὶ εὑρόντες ἰητρικὴν τὴν αὐτὴν ἐκείνοισι διάνοιαν ἔχοντες, περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μέν, οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτῶν τούτων, καὶ ἀντὶ πλειόνων ὀλίγιστα ἐποίησαν. ἐπεὶ δὲ αὐτοῖσι τοῦτο ἔστι μὲν ὅτε πρός τινας <pb n="p.22"/> τῶν καμνόντων ἤρκεσε καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε, ἀλλʼ ἦσάν τινες οὕτως <milestone unit="line" n="20" ed="Loeb"/> ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατεῖν, ἀσθενεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δεῖσθαι, εὗρον τὰ ῥυφήματα μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι καὶ ἀφαιρεόμενοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει. ὅσοι δὲ μηδὲ τῶν ῥυφημάτων ἐδύναντο ἐπικρατεῖν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο ἐς πόματα, καὶ ταῦτα τῇσι τε κρήσεσι καὶ τῷ πλήθει διαφυλάσσοντες ὡς μετρίως ἔχοι, μήτε πλείω τῶν δεόντων μήτε ἀκρη<milestone unit="line" n="29" ed="Loeb"/> τέστερα προσφερόμενοι μηδὲ ἐνδεέστερα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg001.perseus-grc2" n="6"><p>εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥυφήματα ἐν τῇσι νούσοισιν οὐ συμφέρει, ἀλλʼ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονταί σφισι οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. ὅσοι δὲ ἂν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον ἢ μᾶζαν ἢ ἄρτον, καὶ ἢν πάνυ σμικρόν, <milestone unit="line" n="10" ed="Loeb"/> δεκαπλασίως ἂν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥυφέοντες, διʼ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥυφεῖν μὲν συμφέρει, ἐσθίειν δʼ οὔ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη, ἢ εἰ ὀλίγα· καὶ εἰ ὀλίγα δέ, πονήσειεν ἄν. πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον καὶ <milestone unit="line" n="18" ed="Loeb"/> τὸν ὑγιᾶ ἐόντα καὶ τὸν κάμνοντα.</p></div><pb n="p.24"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg001.perseus-grc2" n="7"><p>τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογεομένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφήν, ἢ ἐκεῖνος ὁ ἀπʼ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισιν τροφήν, ᾗ νῦν χρώμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης τε καὶ θηριώδεος διαίτης εὑρών τε καὶ παρασκευασάμενος; ἐμοὶ μὲν γὰρ φαίνεται ὁ αὐτὸς λόγος καὶ ἓν καὶ ὅμοιον τὸ εὕρημα. ὁ μέν, ὅσων μὴ ἐδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ὑγιαίνουσα <milestone unit="line" n="10" ed="Loeb"/> ἐπικρατεῖν ἐμπιπτόντων διὰ τὴν θηριότητά τε καὶ τὴν ἀκρησίην, ὁ δέ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ δύνηται ἐπικρατεῖν, ταῦτα ἐζήτησεν ἀφελεῖν. τί δὴ τοῦτο ἐκείνου διαφέρει ἀλλʼ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον καὶ πλείονος πρηγματίης, ἀρχὴ <milestone unit="line" n="16" ed="Loeb"/> δὲ ἐκείνη ἡ πρότερον γενομένη;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg001.perseus-grc2" n="8"><p>εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν τὴν τῶν θηρίων τε καὶ τῶν ἄλλων ζῴων οὐ βλαβερωτέρην πρὸς τὴν τῶν ὑγιαινόντων. ἀνὴρ γὰρ κάμνων νοσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀπόρων μήτε αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλʼ ὅ τι αὐτῷ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλοι καταφαγεῖν ἄρτον καὶ κρέας ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλόν, <milestone unit="line" n="10" ed="Loeb"/> ἀλλὰ πολλῷ ἔλασσον ἢ ὑγιαίνων ἂν ἐδύνατο, ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε <pb n="p.26"/> παντάπασιν ἀσθενέα μήτε αὖ ἰσχυρὴν φάγοι τι ὧν βοῦς ἢ ἵππος φαγὼν ἂν ὠφελοῖτό τε καὶ ἰσχύοι, ὀρόβους ἢ κριθὰς ἢ ἄλλο τι τῶν τοιούτων, μὴ πολύ, ἀλλὰ πολλῷ μεῖον ἢ δύναιτο, οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε καὶ κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ <milestone unit="line" n="20" ed="Loeb"/> τῇ αὐτῇ ὁδῷ ζητεομένη εὑρίσκοιτο ἄν.</p></div></div></body></text></TEI>