ψυχρότητα δʼ ἐγὼ καὶ θερμότητα πασέων ἥκιστα τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς αἰτίας· ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ ἑωυτοῖς ἅμα τὸ θερμόν τε καὶ ψυχρὸν ἐνῇ, οὐ λυπεῖ. κρῆσις γὰρ καὶ μετριότης τῷ μὲν θερμῷ γίνεται ἀπὸ τοῦ ψυχροῦ, τῷ δὲ ψυχρῷ ἀπὸ τοῦ θερμοῦ. ὅταν δʼ ἀποκριθῇ χωρὶς ἑκάτερον, τότε λυπεῖ. ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ τάχεος πρῶτον διʼ αὐτὸ τοῦτο πάρεστιν τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς βοηθείης οὐδὲ παρασκευῆς δεόμενον. καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι τοῖς ἀνθρώποις ἀπεργάζεται καὶ ἐν κάμνουσι. τοῦτο μέν, εἴ τις θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα ἢ λουσάμενος ψυχρῷ ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν ἐπὶ πλεῖον αὐτὸ ποιήσῃ, καὶ ἤν γε μὴ παντάπασιν παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν σκέπην, ἔτι μᾶλλον καὶ ἐπὶ πλεῖον θερμαίνεται τὸ σῶμα· τοῦτο δέ, εἰ ἐθέλοι ἐκθερμανθῆναι ἰσχυρῶς ἢ λουτρῷ θερμῷ ἢ πυρὶ πολλῷ, ἐκ δὲ τούτου τὸ αὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτῷ χωρίῳ τὴν διατριβὴν ποιεῖσθαι ὥσπερ διεψυγμένος, πολὺ φαίνεται καὶ ψυχρότερος καὶ ἄλλως φρικαλεώτερος· ἢ εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψῦχος ἐκ τοιούτου ἂν τρόπου διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ πνῖγος ἢ τῷ μηδὲν τοιοῦτο ποιέοντι. τόδε δὴ καὶ πολὺ μέζον· ὅσοι ἂν διὰ χιόνος ἢ ἄλλου ψύχεος βαδίσαντες ῥιγώσωσι διαφερόντως πόδας ἢ χεῖρας ἢ κεφαλήν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν περισταλεωσί τε καὶ ἐν ἀλέῃ γένωνται ὑπὸ καύματος καὶ κνησμοῦ. καὶ ἔστιν οἷσι φλύκταιναι ἀνίστανται ὥσπερ τοῖς ἀπὸ πυρὸς κατακεκαυμένοις. καὶ οὐ πρότερον τοῦτο πάσχουσιν, πρὶν θερμανθέωσιν. οὕτως ἑτοίμως ἑκάτερον αὐτῶν ἐπὶ θάτερον παραγίνεται. μυρία δʼ ἂν καὶ ἄλλα ἔχοιμι εἰπεῖν. τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχὶ ὅσοις ἂν ῥῖγος γένηται, τούτοις ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει; καὶ οὐχὶ ὅπως ἰσχυρός, ἀλλὰ καὶ παυόμενος διʼ ὀλίγου, καὶ ἄλλως τὰ πολλὰ ἀσινὴς καὶ ὅσον ἂν χρόνον παρῇ διάθερμος; καὶ διεξιὼν διὰ παντὸς τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ ἡ ψῦξις νεηνικωτάτη καὶ ἐπὶ πλεῖον ἐνεχρόνισεν· πάλιν τε ὅταν ἱδρώσῃ τε καὶ ἀπαλλαγῇ ὁ πυρετός, πολὺ μᾶλλον διέψυξε ἢ εἰ μὴ ἔλαβε τὴν ἀρχήν. ᾧ οὖν διὰ τάχεος οὕτω παραγίνεται τὸ ἐναντιώτατόν τε καὶ ἀφαιρεόμενον τὴν δύναμιν ἀπὸ τωὐτομάτου, τί ἂν ἀπὸ τούτου μέγα ἢ δεινὸν γένοιτο; ἢ τί δεῖ πολλῆς ἐπὶ τούτῳ βοηθείης; εἴποι ἄν τις· ἀλλʼ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπνευμονίῃσι καὶ ἄλλοισι ἰσχυροῖσι νοσήμασι οὐ ταχέως ἐκ τῆς θέρμης ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν. ἐγὼ δέ μοι τοῦτο μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλʼ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτό, καὶ ὀξὺ καὶ θερμόν, καὶ ἁλμυρὸν καὶ θερμόν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυναμίων ἑτέρων. τὰ μὲν οὖν λυμαινόμενα ταῦτʼ ἐστί· συμπάρεστι δὲ καὶ τὸ θερμόν, ῥώμης μὲν ἔχον ὅσον τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξόμενον ἅμα ἐκείνῳ, δύναμιν δὲ οὐδεμίαν πλείω τῆς προσηκούσης. δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων· πρῶτον μὲν ἐπὶ τὰ φανερώτερα, ὧν πάντες ἔμπειροι πολλάκις ἐσμέν τε καὶ ἐσόμεθα. τοῦτο μὲν γάρ, ὅσοισι ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινῶν, τοῦτο ὡς τὸ πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινῶν καθʼ ἑκάστην ἡμέρην καὶ οἰδεῖν μὲν ποιεῖ τὴν ῥῖνα καὶ συγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως, ἢν δὴ τὴν χεῖρα προς φέρῃς· κἢν πλείω χρόνον παρῇ, καὶ ἐξελκοῦται τὸ χωρίον ἄσαρκόν τε καὶ σκληρὸν ἐόν. παύεται δέ πως τὸ καῦμα ἐκ τῆς ῥινός, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ᾖ, ἀλλʼ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὺ ῥέῃ, πέπον καὶ μεμιγμένον μᾶλλον τοῦ πρότερον γινομένου, τότε δὲ ἤδη καὶ τὸ καῦμα πέπαυται. ἀλλʼ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτοῦ μούνου γίνεται μηδενὸς ἄλλου συμπαραγενομένου, πᾶσι δὲ ἡ αὐτὴ ἀπαλλαγή, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδεῖται. τὰ δʼ ἄλλα πάντα, ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας, φημὶ ἔγωγε γίνεσθαι τὸν αὐτὸν τρόπον καὶ ἀποκαθίστασθαι πεφθέντα καὶ κρηθέντα. ὅσα τε αὖἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων, ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα, κατεσθίει δʼ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσι ὀφθαλμοῖσι, ἐφʼ ὅ τι ἂν ἐπιρρυῇ, ῥήγνυσι δὲ καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν χιτῶνα. ὀδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι τινός, μέχρι ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα καὶ λήμη ἀπʼ αὐτῶν ᾖ. τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι καὶ κρηθῆναι ἀλλήλοισι καὶ συνεψηθῆναι. τοῦτο δέ, ὅσα ἐς τὴν φάρυγγα, ἀφʼ ὧν βράγχοι γίνονται καὶ συνάγχαι, ἐρυσιπέλατά τε καὶ περιπνευμονίαι, πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει, καὶ ἐν τοῖσι τοιούτοις ἔρρωται τὰ νοσήματα. ὅταν δὲ παχύτερα καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότε ἤδη καὶ οἱ πυρετοὶ παύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον. δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγεῖσθαι εἶναι, ὧν παρεόντων μὲν τοιου τότροπον γίνεσθαι ἀνάγκη, μεταβαλλόντων δὲ ἐς ἄλλην κρῆσιν παύεσθαι. ὁπόσα οὖν ἀπʼ αὐτῆς τῆς θέρμης εἰλικρινέος ἢ ψύξιος γίνεται καὶ μὴ μετέχει ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω παύοιτο ἄν, ὅταν μεταβάλλῃ ἐκ τοῦ θερμοῦ ἐς τὸ ψυχρὸν καὶ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμόν. μεταβάλλει δὲ ὅνπερ προείρηταί μοι τρόπον. ἔτι τοίνυν τἄλλα ὅσα κακοπαθεῖ ὁ ἄνθρωπος πάντα ἀπὸ δυναμίων γίνεται. τοῦτο μὲν γάρ, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν καλέομεν, οἷαι ἄσαι καὶ καύματα καὶ ἀδυναμίαι κατέχουσιν· ἀπαλλασσόμενοι δὲ τούτου, ἐνίοτε καὶ καθαιρόμενοι, ἢ αὐτόματοι ἢ ὑπὸ φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτῶν γίνηται, φανερῶς καὶ τῶν πόνων καὶ τῆς θέρμης ἀπαλλάσσονται. ὅσον δʼ ἂν χρόνον ταῦτα μετέωρα ᾖ καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμία οὔτε τῶν πόνων παύεσθαι οὔτε τῶν πυρετῶν. καὶ ὅσοισι δὲ ὀξύτητες προσίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι καὶ δήξιες σπλάγχνων καὶ θώρηκος καὶ ἀπορίη· οὐ παύεταί τι τούτου πρό τερον, πρὶν ἢ ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ καὶ μιχθῇ τοῖσιν ἄλλοισιν· πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαί τε καὶ παχύνεσθαι ἐς χυμῶν εἶδος διʼ ἄλλων εἰδέων καὶ παντοίων-διὸ καὶ κρίσιες καὶ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τοιούτοισι μέγα δύνανται — πάντων δὴ τούτων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν· οὔτε γὰρ ἂν τοῦτό γε σαπείη οὔτε παχυνθείη. †τί γὰρ αὐτὸ φήσωμεν εἶναι; κρήσιας αὐτῶν ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν.† ἐπεὶ ἄλλῳ γε οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης ἢ τῷ ψυχρῷ οὐδέ γε τὸ ψυχρὸν ἢ τῷ θερμῷ. τὰ δὲ ἄλλα πάντα τὰ περὶ τὸν ἄνθρωπον, ὅσῳ ἂν πλείοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ βελτίω. πάντων δὲ ἄριστα διάκειται ὁ ἄνθρωπος, ὅταν πᾶνπέσσηται καὶ ἐν ἡσυχίῃ ᾖ, μηδεμίαν δύναμιν ἰδίην ἀποδεικνύμενον, περὶ οὗ ἡγεῦμαι ἐπιδεδεῖ χθαι. λέγουσι δέ τινες ἰητροὶ καὶ σοφισταί, ὡς οὐκ εἴη δυνατὸν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἶδεν ὅ τί ἐστιν ἄνθρωπος. ἀλλὰ τοῦτο δεῖ καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους. τείνει δὲ αὐτοῖς ὁ λόγος ἐς φιλοσοφίην, καθάπερ Ἐμπεδοκλῆς ἢ ἄλλοι οἳ περὶ φύσιος γεγράφασιν ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος, καὶ ὅπως ἐγένετο πρῶτον καὶ ὁπόθεν συνεπάγη. ἐγὼ δὲ τοῦτο μέν, ὅσα τινὶ εἴρηται ἢ σοφιστῇ ἢ ἰητρῷ ἢ γέγραπται περὶ φύσιος, ἧσσον νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ. νομίζω δὲ περὶ φύσιος γνῶναί τι σαφὲς οὐδαμόθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς· τοῦτο δὲ οἷόν τε καταμαθεῖν, ὅταν αὐτήν τις τὴν ἰητρικὴν ὀρθῶς περιλάβῃ· μέχρι δὲ τούτου πολλοῦ μοι δοκεῖ δεῖν· λέγω δὲ ταύτην τὴν ἱστορίην εἰδέναι, ἄνθρωπος τί ἐστιν καὶ διʼ οἵας αἰτίας γίνεται καὶ τἄλλα ἀκριβέως. ἐπεὶ τοῦτό γέ μοι δοκεῖ ἀναγκαῖον εἶναι ἰητρῷ περὶ φύσιος εἰδέναι καὶ πάνυ σπουδάσαι ὡς εἴσεται, εἴπερ τι μέλλει τῶν δεόντων ποιήσειν, ὅ τί τέ ἐστιν ἄνθρωπος πρὸς τὰ ἐσθιόμενά τε καὶ πινόμενα καὶ ὅ τι πρὸς τὰ ἄλλα ἐπιτηδεύματα, καὶ ὅ τι ἀφʼ ἑκάστου ἑκάστῳ συμβήσεται, καὶ μὴ ἁπλῶς οὕτως· πονηρόν ἐστιν βρῶμα τυρός. πόνον γὰρ παρέχει τῷ πληρωθέντι αὐτοῦ, ἀλλὰ τίνα τε πόνον καὶ διὰ τί καὶ τίνι τῶν ἐν τῷ ἀνθρώπῳ ἐνεόντων ἀνεπιτήδειον. ἔστι γὰρ καὶ ἄλλα πολλὰ βρώματα καὶ πόματα πονηρά, ἃ διατίθησι τὸν ἄνθρωπον οὐ τὸν αὐτὸν τρόπον. οὕτως οὖν μοι ἔστω οἷον· οἶνος ἄκρητος πολλὸς ποθεὶς διατίθησί πως τὸν ἄνθρωπον· καὶ πάντες ἂν οἱ εἰδότες τοῦτο γνοίησαν, ὅτι †αὕτη δύναμις οἴνου καὶ αὐτὸς αἴτιος·† καὶ οἷσί γε τῶν ἐν τῷ ἀνθρώπῳ τοῦτο δύναται μάλιστα, οἴδαμεν. τοιαύτην δὴ βούλομαι ἀληθείην καὶ περὶ τῶν ἄλλων φανῆναι. τυρὸς γάρ, ἐπειδὴ τούτῳ σημείῳ ἐχρησάμην, οὐ πάντας ἀνθρώπους ὁμοίως λυμαίνεται, ἀλλʼ εἰσὶν οἵτινες αὐτοῦ πληρούμενοι οὐδʼ ὁτιοῦν βλάπτονται, ἀλλὰ καὶ ἰσχύν, οἷσιν ἂν συμφέρῃ, θαυμασίως παρέχεται. εἰσὶ δʼ οἳ χαλεπῶς ἀπαλλάσσουσι. διαφέρουσιν οὖν τούτων αἱ φύσιες. διαφέρουσιν δὲ κατὰ τοῦτο, ὅπερ ἐν τῷ σώματι ἔνεστι πολέμιον τυρῷ καὶ ὑπὸ τούτου ἐγείρεταί τε καὶ κινεῖται· οἷς ὁ τοιοῦτος χυμὸς τυγχάνει πλείων ἐνεὼν καὶ μᾶλλον ἐνδυναστεύων ἐν τῷ σώματι, τούτους μᾶλλον καὶ κακοπαθεῖν εἰκός. εἰ δὲ πάσῃ τῇ ἀνθρωπίνῃ φύσει ἦν κακόν, πάντας ἂν ἐλυμήνατο. ταῦτα δὲ εἴ τις εἰδείη, οὐκ ἂν πάσχοι τάδε.