6. Εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥοφήματα ἐν τῇσι νούσοισιν οὐ ξυμφέρει, ἀλλ᾿ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονται σφίσιν οἵ τε πορετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. Ὁκόσοι δ᾿ ἀν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον, ἢ μᾶζαν, ἢ ἄρτον, καὶ πάνυ σμικρὸν, δεκαπλασίως ἀν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥοφέοντες, δι᾿ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥοφέειν ξυμφέρει, ἐσθίειν δ᾿ οὖ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη ἢ ὀλίγα· καὶ εἰ ὀλίγα δὲ, πονήσειεν ἄν. Πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον, καὶ τὸν ὑγιέα ἐόντα, καὶ τὸν νοσέοντα. 7. Τί οὖν φαίνεται έτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφὴν, ἢ κεῖνος ὁ ἀπ᾿ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑρών τε καὶ παρασκευάσας διαίτης; ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα. Ὁ μὲν, ὅσων μὴ ἠδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διά ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα ἐζήτησεν ἀφελεῖν. Τί δὴ τοῦτ᾿ ἐκείνου διαφέρει ἀλλ᾿ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ κείνη ἡ πρότερον γενομένη; 8. Εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν οὐ βλαβερωτέρην ἤ περ τὴν τῶν ὑγιαινόντων πρὸς τὴν τῶν θηρίων τε καὶ πρὸς τὴν τῶν ἄλλων ζώων. Ἀνὴρ γὰρ κάμνων νουσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀφόρων, μήτ᾿ αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλ᾿ ἢ αὐτέῳ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλει καταφαγεῖν ἄρτον, καὶ κρέας, ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλὸν, ἀλλὰ πολλῷ ἔλασσον, ἢ ὑγιαίνων ἂν ἠδύνατο· ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα, μήτ᾿ αὖ ἰσχυρὴν, φαγών τι ὧν βοῦς ἢ ἵππος φαγὼν ὠφελέοιτό τε καὶ ἰσχύοι, ὀρόβους, ἢ κριθὰς, ἢ ἄλλο τι τῶν τοιουτέων μὴ πολὺ, ἀλλὰ πολλῷ μεῖβον ἢ δύναιτο· οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε κα κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. Ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτέῃ ὁδῷ ζετεομένη εὑρίσκοιτο ἄν. 9. Καὶ εἰ μὲν ἦν ἁπλῶς, ὥσπερ ὑφηγέεται, ὅσα μὲν ἦν ἰσχυρότερα ἔβλαπτεν, ὅσα δ᾿ ἦν ἀσθενέστερα ὠφέλεέ τε καὶ ἔτρεφε τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον. Νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται· τὸ γὰρ τοῦ λιμοῦ μέρος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι. Πολλὰ δὲ καὶ ἄλλα κακὰ, ἑτεροῖα μὲν τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ ἅμα δεινὰ καὶ ἀπὸ κενώσιος· δι᾿ ὧν πολλὸν ποικιλώτερά τε καὶ διὰ πλέονος ἀκριβίης ἐστί. Δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι· μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβὲς, οὐκ ἂν εὑροίης ἄλλ᾿ ἢ τοῦ σώματος τὴν αἴσθησιν· διὸ ἔργον οὕτω καταμαθεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα· κἂν ἐγὼ τοῦτον τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα. Τὸ δ᾿ ἀκριβὲς ὀλιγάκις ἐστὶ κατιδεῖν· ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν τἀυτά μοι δοκέουσι τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν· καὶ γὰρ ἐκεῖνοι ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν· ὅταν δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς ἤδη πᾶσιν ἀνθρώποισι δι᾿ ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπολέσαντες τὴν ναῦν. Οὕτω δὴ καὶ οἱ κακοί τε καὶ πλεῖστοι ἰητροὶ, ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο, πυλλὰ δὲ τὰ τοιαῦτα νουσήματα καὶ πολὺ πλέον τῶν δεινῶν ἀνθρώποισι ξυμβαίνει, ἐν μὲν δὴ τοῖσι τοιούτοισιν ἁμαρτάνοντες οὐ καταφανέες εἰσὶ τοῖσιν ἰδιώτῃσιν. Ὁκόταν δ᾿ ἐντύχωσι μεγάλῳ τε καὶ ἰσχυρῷ καὶ ἐπισφαλεῖ νουσήματι, τότε σφέων τὰ ἁμαρτήματα καὶ ἡ ἀτεχνίη πᾶσι καταφανής ἐστιν· οὐ γὰρ ἐς μακρὸν αὐτέων ἑκατέρου αἱ τιμωρίαι, ἀλλὰ διὰ ταχέος πάρεισιν. 10. Ὅτι δὲ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ καὶ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. Ἔστι γὰρ οἷσιν αὐτέων ξυμφέρει μονοσιτέειν, καὶ τοῦτο διὰ τὸ ξυμφέρον οὕτως αὐτοὶ συνετάξαντο· ἄλλοισι δὲ ἀριστῇν, διὰ τὴν αὐτὴν ἀνάγκην· οὕτω γὰρ αὐτέοισι ξυμφέρει, καὶ μὴ τούτοισιν, οἳ δι᾿ ἡδονὴν ἢ δι᾿ ἄλλην τινὰ ξυγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτέων· τοῖσι μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει πότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτέειν, εἴτε ἀριστῇν, τουτέῳ τῷ ἔθεϊ χρέεσθαι. Εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο, ἔξω τοῦ ξυμφέροντος ποιέοντες, ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ ξυμβαίνει αὐτέων ἑκατέροισι παρ᾿ ἡμέρην μίην, καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν, ὑπερφυὴς κακοπαθείη. Οἱ μὲν γὰρ ἢν ἀριστήσωσι μὴ ξυμφέροντος αὐτέοισιν, εὐθὺς βαρέες καὶ νωθροὶ τὸ σῶμα καὶ τὴν γνώμην, χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες· ἢν δὲ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη καταρρήγνυται· καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, ἢν τὰ αὐτὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, δὶς προσενέγκηται, καὶ μηδὲν ἔτι πλέον. Τοῦτο δὲ, ἢν ἀριστῇν μεμαθηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινὴ, τρόμος, ἀψυχίη· ἐπὶ τούτοισιν ὀφθαλμοὶ χλωρότεροι, οὖρον παχὺ καὶ θερμὸν, στόμα πικρὸν, καὶ τὰ σπλάγχνα οἱ δοκέει κρεμᾶσθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργίη· ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνέειν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνει· ταῦτα δὲ αὐτὰ μετὰ στρόφου τε καὶ ψόφου καταβαίνοντα ξυγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζονται τεταραγμένα καὶ θορυβώδεα· πολλοῖσι δὲ καὶ τουτέων αὕτη ἀρχὴ νούσου ἐγένετο.