[2 Bywater] Sext. adv. math, VII 132 (Vgl. A 4. 16. B 51) τοῦ δὲ λόγου τοῦδ’ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι διαιρέων ἕκαστον κατὰ φύσιν καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὄκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται. [92] Sext. VII 133 [vgl. S. 75, 30] διὸ δεῖ ἕπεσθαι τῶι 〈ξυνῶι, τουτέστι τῶι〉 κοινῶι· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λόγου δ’ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν. [0] Aët. II 21, 4 (D. 351, περὶ μεγέθους ἡλίου) εὖρος ποδὸς ἀνθρωπείου. [J. of phil. IX 230] Albertus M. de veget. VI 401 p. 545 Meyer H. dixit quod Si felicitas esset in delectationibus corporis, boves felices diceremus, cum inveniant orobum ad comedendum. [130. 126] Aristocritus Theosophia 68 (Buresch Klaros 118), Orig. c. Cels. VII 62 καθαίρονται δ’ ἄλλως αἵματι μιαινόμενοι οἶον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῶι ἀπονίζοιτο. μαίνεσθαι δ’ ἂν δοκοίη, εἴ τις αὐτὸν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ’ ἥρωας οἵτινές εἰσι.