Ἀπὸ μὲν δὴ τοῦ πλούτου ἤδη ἐλευθεριάζομεν, ἡ δὲ δόξα ἡμᾶς οὐδέπω ἔτι καὶ νῦν μεθίεται τῆς δουλείας, καίτοι νὴ τὸν Ἡρακλέα ἡμῶν πάντα ποιούντων εἰς τὸ ἀφεθῆναι παρ’ αὐτῆς. ἄλλως δὲ καὶ τῆσδε ἐμαυτὸν τῆς δεσποίνης λυτρώσομαι καὶ πλεύσομαι Ἀθήναζε φέρων σοι δωρεὰν ἀντὶ τῆς ἐλευθερίας, εἰς ἣν ἐξείλετο ἡμᾶς ὁ παρὰ σοῦ λόγος, ἐμαυτὸν κρείττονα τῶν πάντων κτημάτων.