Ἀπάγξασθε, ὅτι θέρμους καὶ ἰσχάδας καὶ ὕδωρ ἔχοντες καὶ ἐξωμίδας Μεγαρικὰς πλεῖτε καὶ πολλὰ γεωργεῖτε καὶ προδίδοτε καὶ τυραννεῖτε καὶ φονεύετε καὶ ὅσα ἄλλα τοιαῦτά ἐστι ποιεῖτε, δέον ἠρεμεῖν. ἡμεῖς δὲ εἰρήνην ἄγομεν τὴν πᾶσαν, παντὸς κακοῦ ἐλεύθεροι γενόμενοι ὑπὸ τοῦ Σινωπέως Διογένους, καὶ ἔχοντες μηδὲν πάντ’ ἔχομεν, ὑμεῖς δὲ πάντ’ ἔχοντες οὐδὲν ἔχετε διὰ φιλονεικίαν καὶ φθόνον καὶ φόβον καὶ κενοδοξίαν.