Ἐπάνηκε ταχέως. ἔτι δύνασαι Διογένην καταλαβεῖν ζῶντα (ἐγγὺς γὰρ ἤδη ἐστὶ τῆς τοῦ βίου τελευτῆς, χθές γέ τοι παρὰ τοσοῦτον ἐξέπνευσεν), ἵνα καὶ ἀσπάσῃ αὐτὸν τὸ ἔσχατον ἄσπασμα καὶ γνῷς ὅσον δύναται καὶ ἐν τοῖς φοβερωτάτοις φιλοσοφία.