Πίναξ ὑποθέσεων τῶν ἐκ τῶν στρατηγικῶν πράξεων. 1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι. 2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας. 3. Περὶ τῆς τῶν πολεμίων ἀσκῄσεως καὶ σωφροσύνης. 4. Περὶ τοῦ πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο. 5. Δειλῶν διάκρισις. 6. Φίλων δοκιμασία. 7. Περὶ κατασκόπων. 8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν. 9. Περὶ ἀπιστίας εὐκαίρου. 10. Περὶ χάρακος. 11. Περὶ μονομαχιῶν. 12. Κατάπληξις πολεμίων. 13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης. 14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην. 15. Φαντασία πλήθους. 16. Φαντασία ὀλιγότητος. 17. Τακτικά. 18. Περὶ τῆς παρατάξεως. 19. Πῶς δεῖ κυκλῶσαι πολεμίους. 20. Περὶ συνθημάτων. 21. Περὶ πυρσῶν. 22. Ἐκ πυρὸς βοήθεια. 23. Ἐξ ἀνέμων βοήθεια. 24. Δῄωσις καὶ φειδώ τῆς τῶν πολεμίων χώρας. 25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν. 26. Κώλυσις ὁρμῆς ἀλογίστου. 27. Πανικοῦ φόβου λύσις. 28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης. In titulo ἐκ τῶν Πολυαίνου add. Hp rec. m. in marg. Excerpta Polyaeni. 29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης. 30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι. 31. Περὶ αἰφνιδίων ἐπιθέσεων. 32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι. 33. Προσποίησις φυγῆς. 34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά. 35. Προφυλακὴ ἐνέδρας. 36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι. 37. Ὅσα κατὰ ἱππέων. 38. Περὶ τόπου. 39. Περὶ ὅρκων καὶ συνθηκῶν. 40. Περὶ προδοτῶν. 41. Περὶ ψευδοπροδοτῶν. 42. Περὶ αἰχμαλώτων. 43. Περὶ ὁμήρων. 44. Περὶ αὐτομόλων. 45. Περὶ διώξεων. 46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας. 47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων. 48. Ποταμῶν διαβάσεις. 49. Ὀρῶν ἀποτόμων ἀναβάσεις. 50. Περὶ ἀποσκευῆς. 51. Ἀλωσις ἑνὸς ἀνδρός. 52. Φυγὴ ἑνὸς καὶ μιᾶς. 53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν. 54. Πόλεων ἁλώσεις. 55. Πέτρας ἀποτόμου ἅλωσις. 56. Ἀσφάλεια πόλεων. 57. Ναυμαχικά. 58. Κατάληψις παραλίων τόπων καὶ πόλεων. 58 πολεμίων H. 1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι. Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν- δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα- τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς 8,24, 4 μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] 8,24, 6 ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- 2,2,3 κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- 3,9, 17 λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά 1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec. mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13 αὐτοῦ H || 14 αὐτοῦ H. τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- 3, 9, 34 γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον 4, 3, 3 ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- 4, 3, 25 τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας 4, 6, 2 ἐκπλήσσῃ ὡς πολυμνήμων. 2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας. Τοῦτο γίγνεται, ὅταν τις τοὺς εἰς αὐτὸν πταίοντας συγχωρῇ ἢ καὶ μικρὰ ἐπιτιμᾷ, ὁποῖα λέγουσι τὸν Γέσκωνα 5, 11 ἐκεῖνον τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπι- βούλους ἐργάσασθαι, ἐλαφρῷ ποδὶ ἐπὶ τὸν τράχηλον τῶν ἐχθρῶν ἐπιβάντα εἰπεῖν ἱκανὴν ἔχειν τιμωρίαν τῆς τοῦ ἀδελφοῦ ἀναιρέσεως, ὅτι οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν. χρη δὲ καὶ τὰς πρὸς τοὺς ἐχθροὺς ἀπο- κινήσεις σπουδῇ ποιεῖν εἰς τὸ μὴ, χυδαιοῦν τὸν ἴδιον στρατόν. 3. Περὶ τῆς τῶν πολεμίων ἀσκήσεως καὶ σωφροσύνης. ὍΙτι Ἀρχίδαμος διὰ στενοχώρου καὶ ἀνύδρου ὁδοῦ δια- 1, 41, 5 βιβάζων τὸν λαὸν καὶ παραμυθούμενος τοῦ μὴ ἀγανακτεῖν λάθρᾳ ἐπελθὼν τοῖς πολεμίοις λείαν πολλὴν ἐλάβετο. εἶτα ἐπὶ τῇ νίκῃ γεγηθότας ὁρῶν τοὺς στρατιώτας ἠρώτησεν, ὁπότε λέγουσι καὶ διὰ ποίων ἔργων κατεπράχθη τὸ ἀνδρα- γάθημα. ἀποκριναμένων δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν, οὐδα- μῶς ἔφη αὐτὸς ἐκ τούτων δοκεῖν τὸ κατόρθωμα, ἀλλὰ τότε, 10 ἀναμνημονεύcντα H 14 ἐπιτιμᾶν H. ὁπότε τὴν στενόχωρον καὶ ἄνυδρον ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρατεῖν πέφυκεν. 3, 9, 32 Ὅτι Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μη- χανώμενος ψευδοενέδρας, ψευδοπροδοσίας, ψευδαυτομολίας, ψευδοεφόδους, ἵνα, κἂν συμβῇ τι, ἐξ αὐτῶν μὴ ἐκπλήτ- τοιντο. 4, 2, 1 Ὅτι Φίλιππος τὸν ἴδιον στρατηγὸν ἀπεχειροτόνησε τῆς ἀρχῆς χρησάμενον λουτρῷ ἐπειπὼν αὐτῷ· ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ λούεται. 4, 2, 3 Ὅτι ἑτέρους ἀπεχειροτόνησε ψάλτριαν εἰς τὸ στρατόπεδον καταδεξαμένους εἰσελθεῖν. 4, 3, 32 Ὅτι καὶ Ἀλέξανδρος τὸ τοῦ Δαρείου δεῖπνον ἀναγιγνω- σκόντων τῶν Μακεδόνων καὶ θαυμαζόντων διὰ τὴν πολυ- τελείαν κατέγνω εἰπὼν, ὡς οὐδαμῶς συμφέρει τοῖς στρατη- γοῖς οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι. ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν καὶ μαλακίαν ἕπεσθαι. 8, 8 Ὅτι Μούκιος ὁ Ῥωμαῖος ἀνὴρ βουλόμενος διʼ οἰκείας αὐτομολήσεως τὸν Τυρρηνῶν βασιλέα ἀνελεῖν, ἀμφιασάμενος Τυρρηνικὴν στολὴν καὶ τυρρηνίζων τῇ φωνῇ εἰσῆλθεν πρὸς Τυρρηνούς. φωραθεὶς δὲ ἐπειδὴ ἔμελλε τῆς τόλμης ὑπέχειν δίκην, τῆς παρακειμένης ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν δεξιὰν καὶ φλεγομένης τῆς χειρὸς εἱστήκει διαλεγόμενος τῷ βασιλεῖ ἀτρέπτῳ τῷ προσώπῳ· ὡς δὲ ἐθαυμάζετο, ῾μηδαμῶς, ἔφη, θαυμάσῃς· τριακόσιοι γὰρ Ῥωμαῖοι τὴν ὁμοίαν ἐμοὶ ἀρετὴν ἔχοντες ἀνὰ τὸ σὸν περιπολοῦσι στρατόπεδον τὸν σὸν ἐπιτηδευόμενοι θάνατον.᾿ ἐξ οὗ συνέβη φοβηθέντα τὸν βασι- λέα πρὸς Ῥωμαίους σπείσασθαι. 8,13 Ὅτι καὶ Γάϊος παράγγελμα δοὺς τοῦ ἐν καιρῷ θέρους μένειν τὸ στρατόπεδον ἐπὶ τῶν ὅπλων, ἐπειδὴ ἐθεάσατο τὸν ἵδιον υἱὸν διψῶντα τὸν ἵππον μέλλοντα ποτίζειν, κατεψηφί- σατο αὐτῷ καρατομίαν, ὅπως μὴ παρορῶνται τὰ τούτου παραγγέλματα παρὰ τῶν λοιπῶν στρατιωτῶν. Ὅτι καὶ Σκιπίων οὐ παρεχώρει πλὴν τῶν ἀναγκαίων ἐπι- 8, 16, 2 σύρεσθαί τινα ἐν τῷ στρατοπέδῳ, παρεσκεύαζεν δὲ ἐθίζεσθαι τὸν στρατὸν ἀριστᾶν μὲν ὀρθοὺς ἄπυρον ὄψον, ἐν δὲ τῷ δείπνῳ προσφέρεσθαι καὶ κρέας ἑφθὸν ἢ ὀπτόν. Ὅτι καὶ Καῖσαρ ἐν λιμῷ σκευάσας τοῖς στρατιώταις ἐκ 8, 23, 24 βοτάνης ἄρτους διέδωκεν, οὓς εὑρὼν Πομπήϊος ἀπέκρυψε τοῖς ἰδίοις στρατιώταις τοῦ μὴ ἐπιδεῖξαι τὴν τῶν πολειμίων ἐγκράτειαν. Ὅτι ὁ αὐτὸς ἐκκοπείσης αὐτοῦ στρατιᾶς ὤμοσε μὴ πρό- 8, 23, 23 τερον ἀποκείρασθαι, πρὶν τὴν ἐκδίκησιν τῶν ἀνῃρημένων ποιήσασθαι. 4. Πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο. Ὅτι Πεισίστρατος μέρος πολεμίων ἀπαντήσας καὶ τρο- 1, 21, 1 πωσάμενος, ἐπειδὴ ἔμελλεν προσυπαντᾶν καὶ ἑτέρους πολε- μίους, ἐσχηματίσατο σπονδὰς πεποιηκέναι πρὸς τοὺς προ- τέρους. τούτῳ τῷ σχήματι κατηγωνίσατο καὶ αὐτῶν. Ὅτι καὶ Βρασίδας τὰς ἐξ ἀπονοίας μάχας φεύγων δι- 1, 38, 3 σταγμὸν ἐνεποίει οἷς ἔμελλε πολιορκεῖν. οἷον ἐποίησεν εἰς Ἀμφίπολιν κηρύξας τοῖς μὲν Ἀθηναίοις ὑποσπόνδοις ἀπιοῦσιν ἄδειαν καὶ τὸ ἔχειν τὰ ἴδια, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο. Ὅτι καὶ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώρισε 3, 10, 5 τόπον τοῖς στρατιώταις προνομεύειν, τὸ δὲ λοιπὸν παρα- φυλάττειν μήτε οἰκίαν μήτε ἔπαυλιν καθαιροῦντας ἢ ἥμερον δένδρον ἐκκόπτειν, εἰ μὴ μόνον τοὺς καρποὺς, ὅπως, εἰ μὲν περιγένηται, κέρδος ἐκεῖθεν συλλέγοι, εἰ δὲ ὁ πόλεμος ἐκταθῇ, τροφὰς καὶ καταγωγὰς ἔχοι. Ὅτι καὶ Φίλιππος οὐ τοσοῦτον ἐμεγαλαύχει τοῖς ὅπλοις 4, 2, 9 κρατῶν, ὅσον τῇ ὁμιλίᾳ καὶ φρονήσει. ἡγεῖτο γὰρ ἐκεῖ 1 σκηπίων H (et sic semper) || 9 ἐκκοπήσεις H || 20 τοῦ ἔχειν H || 27 ἔχειν H. μὲν κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, ὧδε δὲ αὐτῷ μόνῳ προσεῖναι τὸ κλέος. 4, 3, 1 Ὅτι καὶ Ἀλέξανδρος πάντας ἀνθρώπους εἰς εὔνοιαν ἐφέλ- κεσθαι σπουδάζων ἀντὶ βροτῶν καὶ φωτῶν καὶ ἀνδρῶν καὶ ἀν- θρώπων καὶ λοιπῶν κλήσεων Ἀλεξάνδρους πάντας ἀπεκάλει. 4, 11, 1 Ὅτι Κάσσανδρος ἐν τῷ αὐτῷ πολιορκῶν καὶ τὴν Σαλα- μῖνα, ναυμαχῶν δὲ καὶ τοῖς Ἀθηναίοις νικήσας τῇ ναυμαχίᾳ ὅσους ἐζώγρησεν ἄνευ λύτρων ἀφῆκεν. ὅπερ μαθόντες οἱ ἐκ τῆς Σαλαμῖνος προσεχώρησαν αὐτῷ πιστεύσαντες τῇ τού- του φιλανθρωπίᾳ. 4, 16 Ὅτι καὶ Ἀντίοχος πολιορκῶν Κύψελα ἔχων σὺν αὑτῷ Θρᾷκας πολλοὺς τοὺς ἐπιφανεστέρους πολυτελῶς κατεκόσμει, οὓς ἰδόντες οἱ ἀπὸ τῶν Κυψέλων ὁμοφύλους ὄντας τοσαῦτα εὐεργετηθῆναι παρὰ Ἀντιόχου τὰ ὅπλα καταβαλόντες Ἀν- τιόχῳ προσέθεντο σύμμαχοι γεγονότες. 5, 6 Ὅτι καὶ Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως σπουδάζων, ὅσους εἶχεν Ἐργετίνους μισθοφόρους, τούτοις ἀπένεινμε τὸ πλέον μέρος τῆς λείας καὶ ἐπῄνει ὡς προ- θυμοτάτους. ταῦτα τοῖς πολίταις ἀγγελθέντα ἔπεισεν ἔρηνμον καταλιπεῖν τὴν πόλιν καὶ αὐτῷ προσθέσθαι. αὐτὸς δὲ μετὰ τὸ κρατῆσαι πάντας ἀπέκτεινεν. deest in polyaeni codicibus Ὅτι Ἀννίβας ἐν πολένμῳ φονευθέντα Φλαῦον, ἐπειδὴ τὸ σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζεσθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσεν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο. 6, 48 Ὅτι Μέντωρ κρατήσας Ἑρμείου πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε σφραγίσας τῇ σφραγίδι Ἑρ- μείου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα, ἐξ οὗ παρέδωκαν καὶ ἑαυτοὺς καὶ τὰς πόλεις. 6 Κάσανδρος H || 11 αὐτῷ H || 16 Ἐργετήνων et 17 Ἐργε- τήνους H || 17 τούτους H. Ὅτι Ἀρταξέρξης ἀγωνοθετῶν τοῖς Ἕλλησι τὸν πόλεμον 7, 16, 2 ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις ἐπανίσου τὸ ἐλαττούμενον καὶ ἐκ τούτου ἐκράτησεν. Ὅτι Κάμιλλος πολεμῶν Φαληρεῖς ἐπειδὴ εἶδεν Φαλη- 8, 7, 1 ρέων παίδων διδάσκαλον τοὺς ὑπʼ αὐτὸν προδόντα παῖδας αὐτῷ, ἀντιπαραδοὺς αὐτὸν τοῖς παισὶ προσέταξεν ὀπίσω τὼ χεῖρε δεδεμένον ἀποκομίσαι πρὸς τοὺς πατέρας ὡς προδότην. οἱ δὲ τοῦτον καταφθείραντες, Καμίλλου δὲ τὴν ἀρετὴν θαυ- μάσαντες ἑαυτοὺς ἄνευ μάχης παρέδωκαν. Ὅτι καὶ Σκιπίων δορυάλωτον πόλιν λαβὼν, ἐπειδὴ οἱ 8, 16, 6 νυμφαγωγοὶ παρθένον αὐτῷ ἤγαγον κάλλος ὑπερφυὲς ἔχου- σαν, αὐτὸς τὸν πατέρα τῆς κόρης ἀναζητήσας ἐχαρίσατο τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντος αὐτὸς καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι τῶν εὐγενῶν θυγατέρες ἢ παῖδες ἑάλωσαν, τού- τοις ἐφίστα σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων εἰς θερα- πείαν πᾶσαν καὶ χορηγίαν. ἡ τοιαύτη Σκιπίωνος σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας ἀπειργάσατο. Ὅτι Καῖσαρ Πομπήϊον νικήσας καὶ θεασάμενος τοὺς 8, 23, 23 στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραξε φείδεσθε τῶν πολιτῶνʼ.