9. Περὶ ἀπιστίας εὐκαίρου. Ὅτι Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος 1, 45, 1 τὸν δῆμον συγκαταλύσειν ἧκεν εἰς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις τοῦ Λυσάνδρου. Ὅτι Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν 4, 17 εἰς Μεσοποταμίαν. ὃν ὑπεδέξατο Ἀρσάμης φίλος ὤν. διω- κόμενος οὖν ὑπʼ Ἀχαίου καὶ Ἀνδρομάχου στρατηγῶν καὶ 3 αὐτὸν H || 5 [μὴ] inserui || 6 Εὐρυτίων H || μηκυνώμενον Η || 10 Αἴγιναν ἠρηκότας H || 13 προσεποιήσατο H || 29 ὑπʼ Αχαίου] ὑπὸ Χέρου H. πολεμηθεὶς ὑπʼ αὐτῶν, ἐπειδὴ ἔτυχε πληγῆναι ἐν τῷ τοι- ούτῳ πολέμῳ, μεθ᾿ ἡμέρας τοὺς οἰκείους στρατιῶτας πρὸς ζήτησιν τοῦ οἰκείου σώματος ἐξαπέστειλεν ὑπισχνουμένους πάντα ποιήσειν, εἰ τοῦτο λάβοιειν. οἱ δὲ στρατηγοὶ νομί- σαντες τεθνηκέναι Ἀντίοχον πρὸς ἀναζήτησιν τοῦ σώματος αὐτοῦ πλῆθος στρατιωτῶν ἀόπλων ἐξαπέστειλαν. ἐπεὶ δὲ ἄλλος ἀλλαχοῦ διεσπάρησαν ἀναψηλαφῶντες αὐτὸς Ἀντίοχος μετὰ τῶν στρατιωτῶν σχῆμα βασιλικὸν ἀναλαβὼν ἐπεφάνη δείξας ἑαυτὸν καὶ ζῶντα καὶ νικῶντα. 5, 33, 3 Ὅτι Πομπίσκος εἴς τινα πόλιν στρατοπεδεύσας τὰ μὲν λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει. οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν, ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο. 7, 2 ,2 Ὅτι Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο- ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ- θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.