<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="9"><head>9. Περὶ ἀπιστίας εὐκαίρου.</head><lb n="1"/><p>Ὅτι Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος <note type="marginal">1, 45, 1</note>
τὸν δῆμον συγκαταλύσειν ἧκεν εἰς Μίλητον καὶ τοῖς μὲν <lb n="21"/>
νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν
ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε
τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ
κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς <lb n="25"/>
φίλοις τοῦ Λυσάνδρου.</p><lb n="2"/><p>Ὅτι Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν <note type="marginal">4, 17</note>
εἰς Μεσοποταμίαν. ὃν ὑπεδέξατο Ἀρσάμης φίλος ὤν. διω-
κόμενος οὖν ὑπʼ Ἀχαίου καὶ Ἀνδρομάχου στρατηγῶν καὶ
<note type="footnote">3 αὐτὸν H || 5 [μὴ] inserui || 6 Εὐρυτίων H || μηκυνώμενον
Η || 10 Αἴγιναν ἠρηκότας H || 13 προσεποιήσατο H || 29 ὑπʼ
Αχαίου] ὑπὸ Χέρου H.</note>

<pb n="441"/>
πολεμηθεὶς ὑπʼ αὐτῶν, ἐπειδὴ ἔτυχε πληγῆναι ἐν τῷ τοι-
ούτῳ πολέμῳ, μεθ᾿ ἡμέρας τοὺς οἰκείους στρατιῶτας πρὸς
ζήτησιν τοῦ οἰκείου σώματος ἐξαπέστειλεν ὑπισχνουμένους
πάντα ποιήσειν, εἰ τοῦτο λάβοιειν. οἱ δὲ στρατηγοὶ νομί-
<lb n="5"/> σαντες τεθνηκέναι Ἀντίοχον πρὸς ἀναζήτησιν τοῦ σώματος
αὐτοῦ πλῆθος στρατιωτῶν ἀόπλων ἐξαπέστειλαν. ἐπεὶ δὲ
ἄλλος ἀλλαχοῦ διεσπάρησαν ἀναψηλαφῶντες αὐτὸς Ἀντίοχος
μετὰ τῶν στρατιωτῶν σχῆμα βασιλικὸν ἀναλαβὼν ἐπεφάνη
δείξας ἑαυτὸν καὶ ζῶντα καὶ νικῶντα.</p><note type="marginal">5, 33, 3</note><p>Ὅτι Πομπίσκος εἴς τινα πόλιν στρατοπεδεύσας τὰ μὲν <lb n="3"/>
<lb n="11"/> λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους
στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει.
οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν,
ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν
<lb n="15"/> πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο.</p><note type="marginal">7, 2 ,2</note><p>Ὅτι Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν <lb n="4"/>
ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς
αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς
λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο-
<lb n="20"/> ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων,
οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες
τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ-
θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη
καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς
<lb n="25"/> ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.</p></div><div type="textpart" subtype="section" n="10"><head>10. Περὶ χάρακος.</head><note type="marginal">2, 2, 6</note><p>Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν <lb n="1"/>
δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας
διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς
<note type="footnote">3 ὑπισχνημένους H.</note>

<pb n="442"/>
οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο
τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε-
μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν
ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί-
στους αὐτῶν ἀπέκτειναν.</p><lb n="2"/><p>Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ <note type="marginal">5, 33, 1</note>
στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου,
καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι-
θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν.</p></div><div type="textpart" subtype="section" n="11"><head>11. Περὶ μονομαχιῶν.</head><lb n="10"/><lb n="1"/><p>Ὅτι συμβάλλεται ἀμφίβληστρον ὑπὸ τὴν ἀσπίδα δια- <note type="marginal">cf. 1, 25</note>
κρυβὲν καὶ εἰς καιρὸν χρώμενον.</p><lb n="2"/><p>Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. <note type="marginal">deest in Pol. codicibus</note>
συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχί-
νοῦ τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τὴν σφενδόνην.</p><lb n="15"/></div></div></body></text></TEI>