<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="7"><head>7. Περὶ κατασκόπων.</head><p>Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας <note type="marginal">3, 13, 1</note>
φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον
ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν <lb n="10"/>
εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου.</p><lb n="2"/><p>Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν <note type="marginal">5, 28, 2</note>
ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω
τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ-
έταττεν καὶ ἀνερευνᾶσθαι.</p><lb n="3"/><p>Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- <note type="marginal">5, 33, 6</note>
λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ-
ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι.</p><lb n="4"/><p>Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν <note type="marginal">5, 44, 1</note>
τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν <lb n="20"/>
Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον.
συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν-
τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ-
θος τῷ πρεσβευτῇ γένοιτο.</p><lb n="5"/><p>Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, <note type="marginal">8, 16, 8</note>
Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν <lb n="26"/>
οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν.
οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον-
τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο-
<note type="footnote">3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12
Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι-
στόνικον Polvaen.</note>

<pb n="439"/>
μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι,
ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας.</p></div></div></body></text></TEI>