7. Περὶ κατασκόπων. Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας 3, 13, 1 φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου. Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν 5, 28, 2 ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ- έταττεν καὶ ἀνερευνᾶσθαι. Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- 5, 33, 6 λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ- ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι. Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν 5, 44, 1 τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον. συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν- τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ- θος τῷ πρεσβευτῇ γένοιτο. Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, 8, 16, 8 Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον- τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο- 3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12 Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι- στόνικον Polvaen. μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι, ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας.