6. Φίλων δοκίμασις. 1, 40, 1 Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ- τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί- θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο. 5, 2, 12 Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα- θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα- γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα- φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν εὑρὼν κατέλαβεν. 14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui. Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ 4, 3, 19 τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη· ῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ- ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν, αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς τὰ ἑκάστου διαβούλια ἔμαθεν.