<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="6"><head>6. Φίλων δοκίμασις.</head><note type="marginal">1, 40, 1</note><p>Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ <lb n="1"/>
<lb n="16"/> κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς
αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ-
τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί-
θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο.</p><note type="marginal">5, 2, 12</note><p>Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- <lb n="2"/>
<lb n="21"/> λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον
ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν
ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα-
θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν
<lb n="25"/> δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου
τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα-
γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα
βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα-
φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν
<lb n="30"/> εὑρὼν κατέλαβεν.</p><note type="footnote">14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui.</note><pb n="438"/><p>Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ <note type="marginal">4, 3, 19</note>
τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη·
῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ-
ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν,
αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς <lb n="5"/>
τὰ ἑκάστου διαβούλια ἔμαθεν.</p></div><div type="textpart" subtype="section" n="7"><head>7. Περὶ κατασκόπων.</head><p>Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας <note type="marginal">3, 13, 1</note>
φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον
ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν <lb n="10"/>
εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου.</p><lb n="2"/><p>Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν <note type="marginal">5, 28, 2</note>
ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω
τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ-
έταττεν καὶ ἀνερευνᾶσθαι.</p><lb n="3"/><p>Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- <note type="marginal">5, 33, 6</note>
λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ-
ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι.</p><lb n="4"/><p>Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν <note type="marginal">5, 44, 1</note>
τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν <lb n="20"/>
Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον.
συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν-
τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ-
θος τῷ πρεσβευτῇ γένοιτο.</p><lb n="5"/><p>Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, <note type="marginal">8, 16, 8</note>
Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν <lb n="26"/>
οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν.
οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον-
τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο-
<note type="footnote">3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12
Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι-
στόνικον Polvaen.</note>

<pb n="439"/>
μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι,
ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας.</p></div><div type="textpart" subtype="section" n="8"><head>8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους
κατασκευάζειν.</head><note type="marginal">1, 30, 7</note><p>Ὅτι Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε <lb n="1"/>
<lb n="6"/> τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους· ἄνδρες Ἴωνες,
οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας ὑμῶν.᾿ 
τούτων ἀναγιγνωσκομένων Ξέρξης τοὺς Ἴωνας ὑπόπτους
ἡγήσατο.</p><note type="marginal">2, 1, 33</note><p>Ὅτι Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πολε- <lb n="2"/>
<lb n="11"/> μίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν δια-
λέξεως ἕνεκεν τῶν κοινῇ συμφερόντων· οἷς ἐπὶ πλεῖστον
συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι
στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.</p><note type="marginal">2, 10, 1</note><p>Ὅτι Κλεανδρίδας ἐπὶ Τέριναν ἀγαγὼν τὴν στρατιὰν καὶ <lb n="3"/>
<lb n="16"/> λάθρᾳ προσπεσεῖν ἐπιχειρῶν, ἐπειδὴ διʼ αὐτομόλου Τεριναῖοι
προαισθόμενοι ὑπὲρ κεφαλῆς ἐγένοντο αὐτοῦ καὶ ἐκ τούτου
συνέβαινε τὸν οἰκεῖον ἀθυμεῖν στρατὸν, τὸν κήρυκα διὰ τῆς
στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν, ὃς ἂν Τεριναίων τὸ σύν-
<lb n="20"/> θημα λέγῃ τὸ προκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκού-
σαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ἔδοξάν τινας ἐξ αὐτῶν
ἔχειν προδότας καὶ ἐκ τούτου πρὸς φυλακὴν τῆς οἰκείας
ἐτράπησαν πόλεως ἀφέντες τὸν πρὸς Κλεανδρίδαν ἐξ ὑπερ-
δεξίου αὐτῶν πόλεμον. ὁ δὲ ἀκινδύνως ἐκ τούτου ἐπὶ τὰ
<lb n="25"/> ὑψηλὰ τὴν στρατιὰν διαβιβάσας τὴν χώραν αὐτῶν κατεδῄωσεν.</p><note type="marginal">2, 10. 3</note><p>Ὅτι ὁ αὐτὸς πάλιν τοὺς ἀρίστους τῶν Τεγεατῶν λακω- <lb n="4"/>
νίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων
χωρία μόνον μὴ δῃώσας, [τὰ δὲ] τῶν ἄλλων λυμαινόμενος.
οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας εἰς δίκην
<lb n="30"/> προδοσίας ὑπῆγον, οἱ δὲ ἁλῶναι δείσαντες προέδωκαν τὴν
<note type="footnote">28 [τὰ δὲ] inserui.</note>

<pb n="440"/>
πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι τῷ φόβῳ βια-
σθέντες.</p><lb n="5"/><p>Ὡσαύτως καὶ Ἀλέξανδρος πολεμῶν Πέρσας τὸν αὐτῶν <note type="marginal">4, 3, 15</note>
στρατηγὸν Μέμνονα ἐποίησεν ὕποπτον παραγγείλας τοὺς ὑπʼ
αὐτὸν [μὴ] προνομεύειν τὰ τούτου χωρία.</p><lb n="6"/><p>Ὅτι καὶ Εὐρυπῶν ὁρῶν τὸν πρὸς Ἀρκάδας μηκυνό- <note type="marginal">2, 13</note>
μενον πόλεμον στάσιν αὐτοῖς ἐμποιῆσαι μηχανώμενος κήρυκα
ἔπεμψεν ἀγγέλλοντα, ὡς Λακεδαιμόνιοι παύσονται τοῦ πο-
λέμου, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσωσι, τούτους δὲ εἶναι τοὺς
Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες προσ- <lb n="10"/>
δοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι ἐπιθυμοῦντος τὴν
εἰρήνην, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύ-
ναντο, πολλοὺς δὲ καὶ εἰς συμμαχίαν αὐτῶν προσεποιήσαντο.
οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν κατʼ αὐτῶν,
ὥστε δίχα διαιρεθέντες παρετάξαντο πρὸς ἀλλήλους. ἐκ τού- <lb n="15"/>
του συνέβη ἡττηθέντας Ἀρκάδας ἀνοῖξαι τὰς πύλας καὶ
προσδέξασθαι Λακεδαιμονίους, οἳ καὶ κατέσχον τὴν πόλιν,
ἣν πολέμου νόμῳ κρατῆσαι οὐκ ἴσχυον.</p></div></div></body></text></TEI>