<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="55"><head>55. Πέτρας ἀποτόμου ἅλωσις.</head><lb n="1"/><p>Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους <note type="marginal">4,3,29</note>
λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν
δύναται δοῦναι ἀντιπερίσπασιν.</p><lb n="2"/><p>Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου <note type="marginal">4,3,31</note>
τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν <lb n="16"/>
ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι-
πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς
τοῦτο μηνύσας.</p><lb n="3"/><p>Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- <note type="marginal">5,44,2</note>
τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- <lb n="21"/>
λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς
καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς
ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς.</p></div><div type="textpart" subtype="section" n="56"><head>56. Ἀσφάλειαι πόλεων.</head><lb n="25"/><lb n="1"/><p>Ὅτι ἐάν τις τειχονμαχικὰ νοήσῃ ἔχειν τοὺς ἐχθροὺς ὄρ- <note type="marginal">2,22,3</note>
γανα, χρὴ προκαταλῦσαι μέρος τι τοῦ τείχους, ὡς ἂν δειλίαν
τοῖς ἐχθροῖς ἐμποιήσῃ.</p><lb n="2"/><p>Ὅτι καὶ προδοσίαν τις ὑφορώμενος χρὴ ἐκ τῶν μισθο- <note type="marginal">2,22,4</note>
φόρων ἑκάστῃ φυλακῇ ἕνα παρακαθίσαι.</p><lb n="30"/><pb n="497"/><note type="marginal">2,27,2</note><p>Ὅτι καὶ παρακαθημένων τῶν πολεμίων ἐκ τοῦ ἑτέρου <lb n="3"/>
μέρους, εἴτε ἐκ τῆς πύλης εἴτε ἐκ τοῦ τείχους παρήξει, βέλ-
τιστόν ἐστιν ἐκ τῶν ὄπιθεν ἐνέδραν τοῖς πολεμίοις περι-
καθίσαι.</p><note type="marginal">?</note><p>Ὅτι καὶ ἐάν τις φημίσῃ, ὡς προδίδοται αὐτῷ ἡ τῶν <lb n="4"/>
<lb n="6"/> πολεμίων πόλις, ὡς ἂν πρὸς τὴν ἐκείνων φυλακὴν ἑαυτοὺς
περιστρέψαντες ἐάσωσι τὸ πολεμεῖν ἐκείνους.</p><note type="marginal">?</note><p>Ἀλλὰ καὶ ἐάν τις τὸν ἴδιον λαὸν ἀταράχως ἐξάγοι πρὸς <lb n="5"/>
ἀντιπαράταξιν δῆλον ὅτι θαρρῶν τῇ ὀχυρότητι τῶν τειχῶν,
<lb n="10"/> δύναται δοῦναι τοῖς ἐχθροῖς ὑποψίαν ὡς θάρρος ἔχων εἰς
τὴν ἰδίαν δύναμιν.</p><note type="marginal">6,3</note><p>Ὅτι μόλιβδος τηκτὸς ἐπιχεόμενος δύναται τὰς χελώνας <lb n="6"/>
ἀποτεφρῶσαι, σβέννυσι δὲ αὐτὸν ὄξος. ἀλλὰ καὶ πᾶν εἶδος
πυρὸς περιγίγνεται ὄξος. καλὸν δέ ἐστι καὶ ταῖς χελώναις
<lb n="15"/> πηλὸν ὑγρὸν ἐπιτιθέναι ἢ σπόγγους πεπλησμένους ὄξους
περιαρτᾶν.</p><note type="marginal">6,17</note><p>Ὅτι πρὸς τὰ ὑπὸ γῆν ταφρεύματα χρὴ ἀντιπαρατάττε- <lb n="7"/>
σθαι κατέναντι αὐτῶν ἀνορύττειν εἰς τὸν ὑφορώμενον τόπον
τῆς πολιορκίας καὶ ῥάβδους χαλκᾶς πηγνύειν, ὡς ἂν φθα-
<lb n="20"/> ζόντων τῶν πολεμίων αὐτοῖς καὶ πληττόντων ὁ ἦχος τοῦ
χαλκοῦ κατάδηλον ποιῇ τῶν πολεμίων τὴν ἀνόρυξιν, εἶθʼ
οὕτως πίθον τετρημένον εἰς τὸν πυθμένα πλῆσαι πτερὰ καὶ
ταῦτα προσκαῦσαι, εἶτʼ ἀπομάσαι καὶ χαλκουργευτικὸν ἀσκὸν
τῷ πίθῳ ὑποφυσᾶν, ὡς ἂν ὁ καπνὸς ἐλαυνόμενος τῷ φυσή-
<lb n="25"/> ματι τῶν ἀσκῶν δριμὺς ἐπιφερόμενος ἀντιπαρατάττοιτο τοῖς
πολεμίοις.</p><note type="marginal">?</note><p>Ὅτι καὶ ἐάν τις διαφηνμίσῃ εἴτε διʼ αὐτομόλου εἴτε δι᾿ <lb n="8"/>
ἐπιστολῆς διὰ τρόπου τοῖς πολεμίοις κρατηθείσης, ὡς πρὸς
τὴν ἐκείνων βούλοιτο ἐπιτηδεύσασθαι χώραν, δύναται πεῖ-
<lb n="30"/> σαι τοὺς πολεμίους ἀφέντας τὴν πολιορκίαν πρὸς τὴν ἰδίαν
ἀπιέναι.</p><note type="marginal">7,26</note><p>Ὅτι καὶ ἐάν τις βούλοιτο συμμαχίαν εἰσδέξασθαι κω- <lb n="9"/>
<note type="footnote">15 ὄξους H || 21 ποιεῖ H.</note>

<pb n="498"/>
λυομένην ὑπὸ τῶν πολεμίων, δύναται τοῦτο ποιῆσαι ἀπα-
τήσας τοὺς ἐχθροὺς διά τινος οἰκείου δηλῶν αὐτοῖς, ὡς τὴν
ἄντικρυς νῆσον εἴτε χώραν εἴτε πόλιν αὐτοῖς προδοῦναι,
ὡς ἂν τῇ τοιαύτῃ ἐλπίδι μικρὸν ὑπαναχωρήσαντες οἱ πολέ-
μιοι, εὕρωσι χώραν εἰσελθεῖν οἱ σύμμαχοι.</p><lb n="5"/><lb n="10"/><p>Ὅτι καὶ ἐάν τις καὶ γυναῖκας καὶ παῖδας καὶ πάντα <note type="marginal">7,30</note>
τὸν λαὸν προεξάξῃ τῆς πόλεως, δύναται δοῦναι ὑποψίαν
ὡς ἀπονοίᾳ μάχονται, ἣν χρὴ σκέπτεσθαι τὸν κατὰ λόγον
στρατηγοῦντα.</p><lb n="11"/><p>Ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσει κατα- <note type="marginal">7, 36</note>
σκευάσαι τινὰ τὸν ἐνδείᾳ πιεζόμενον· εἶτα σῖτον καὶ κρι- <lb n="11"/>
θὴν τῇ ὄψει τῶν σωρῶν ἐπιχύσει, θρέψει δὲ καὶ ἡμιόνους
πιωτάτους καὶ ἐξεπιτηδὲς τοῖς πολεμίοις αὐτοὺς προδῷ, εἶτα
ἐπικηρυκεύσηται ὡς ἐπί τινι ὑποθέσει καὶ τῷ λόγῳ τούτῳ
δείξει τοῖς ἐπικηρυκευσαμένοις τῶν πολεμίων τοὺς σωροὺς, <lb n="15"/>
ὡς ἂν ἀπατηθέντες τῇ πλησμονῇ τῶν διατροφῶν ὑπαναχω-
ρήσωσιν.</p><lb n="12"/><p>Ὅτι Θασίων μηχανήματα πρὸς βοήθειαν τῶν τειχῶν <note type="marginal">8,67</note>
μελλόντων ποιεῖν, ἐπειδὴ ἠπόρουν σπαρτίων, αἱ τούτων
γυναῖκες ἀποκειράμεναι καὶ πλῆθος τριχῶν ἐπισυνάξασαι, <lb n="20"/>
σχοινία ποιήσαντες Θάσιοι τὴν χρείαν τῶν μηχανημάτων
ἐπλήρωσαν.</p></div><div type="textpart" subtype="section" n="57"><head>57. Ναυμαχικά.</head><lb n="1"/><p>Ὅτι χρὴ ἐπιτηδεύσασθαι κατὰ πλοίων πολεμικῶν καὶ <note type="marginal">1, 34</note>
μετὰ τὸ ἐγκρατεῖς τούτων γενέσθαι μετασχηματίσαι τοὺς <lb n="25"/>
οἰκείους ὡς πολεμίους καὶ οὕτως ἐπιτρέχειν τῇ χώρᾳ τῶν
πολεμίων, ὡς ἂν ὡς πρὸς οἰκείους ἐρχόμενοι λάθωσιν ἐμ-
πίπτοντες εἰς τὰς τῶν πολεμίων χεῖρας.</p><lb n="2"/><p>Ὅτι Κόνων ἡμισείας τῶν πολεμίων ἔχων ναῦς ἐσχημα- <note type="marginal">1, 48</note>
τίσατο φεύγειν, τῶν πολεμίων δὲ νεῶν τῇ διώξει τὴν σύν- <lb n="30"/>
<note type="footnote">2 αὐτοὺς H || 5 εὕρουσι H || 8 ἦν H || 10 κατασκευάσαι]
κατασκευάσαντα H.</note>

<pb n="499"/>
ταξιν λυσάντων, αὐτὸς ἐξαίφνης ἐπιστραφεὶς τὰς πλείονας
αὐτῶν διέφθειρεν.</p><note type="marginal">1, 48, 4</note><p>Ὅτι καὶ ἐάν τις μηνῦσαι βούληται πρὸς οἰκείους τῶν <lb n="3"/>
πολεμίων νεῶν ἀντιπαρισταμένων, χρὴ εὐτρεπίσαι ταχυναυ-
<lb n="5"/> τούσας δύο ναῦς καὶ ἀρίστους αὐταῖς ἐμβιβάσαι, καὶ ἡνίκα
ἴδῃ ἀσχολουμένους πρὸς ἀναγκαίας χρείας τοὺς πολεμίους,
ἐξαίφνης ἐξορμήσασαι ἐξ ἐναντίου ποιήσωσι τὴν εἰρεσίαν,
ὡς ἂν τῆς διώξεως τῶν πολεμίων γενομένης πεφυρμένης
ἀκινδύνως αὗται ἀπέλθωσιν.</p><note type="marginal">1, 48, 5</note><p>Ὅτι Κόνων μαθὼν, ὡς οἱ πολέμιοι τὴν ἑαυτοῦ βούλον- <lb n="4"/>
<lb n="11"/> ται ἐπιβουλεύσασθαι ναῦν, ὁμοίαν τῆς ἐκείνης ἑτέραν κατα-
σκευάσας καὶ τὸν στρατηγικὸν περιθεὶς κόσμον ἀπὸ ταύτης
ἆραι τὸ σημεῖον προσέταξεν, αὐτὸς δὲ εἰς ἀνύποπτον ἐλθὼν
τῶν δυνατωτέρων νεῶν τῇ προσποιητῇ ἄρδην ἐπισυναχθέν-
<lb n="15"/> των τὰς καταλειφθείσας αὐτὸς τὰς μὲν κατέδυσεν, τὰς δὲ
κατεδίωξεν.</p><note type="marginal">3, 10, 6</note><p>Ὅτι ἡνίκα τις πολλὰς κεκτημένος πρὸς ὀλίγας βούλοιτο <lb n="5"/>
ναυμαχεῖν, ὀφείλει τὰς ταχυναυτούσας προαποστέλλειν καὶ
παραγγέλλειν ὧδε κακεῖσε τὰς εἰρεσίας ποιεῖν, ὡς ἂν τῇ
<lb n="20"/> τούτων διώξει αἱ τῶν πολεμίων διαλύσασαι τὴν σύνταξιν
ἄλλως τε (δὲ) καὶ ἐκλυθεῖεν (τῇ διώξει) τῇ συνεχεῖ εἰρεσίᾳ.
εἶθʼ οὕτως μετὰ τῶν ἄλλων συντεταγμένως ἐπελθὼν
εὐχερῶς δύναται ταύτας τροποῦσθαι προεκλυθέντων αὐτῶν
τῇ εἰρεσίᾳ.</p><note type="marginal">3, 10, 13</note><p>Ὅτι ἡνίκα τις ναυάγια καὶ αἰχμαλώτους ἐπιφερόμενος <lb n="6"/>
<lb n="26"/> προστύχῃ πολεμίοις ἐν μηνοειδεῖ σχήματι χρὴ παρατάξασθαι,
τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος
πρὸς τοὺς ἐναντίους ἐπιστρέψαι, τὰ ναυάγια δὲ καὶ τοὺς
αἰχμαλώτους ἐς τὸ κοίλωμα τοῦ ναυτικοῦ προσαγαγεῖν, ἵνα
<lb n="30"/> κατὰ πρύμναν αὐτῶν πλέωσιν.</p><note type="footnote">5 ιβ ναῦς H || 7 ἐξορμισάσας H || 11 ἐκείνου H || 14 ἐπισυνη
χθέντων H || 21 (δὲ) seclusi || ἐκλυθοῖεν H || (τῇ διώξει seclusi ||
26 πολεμίους H || 29 προσαγάγοι H.</note><pb n="500"/><lb n="7"/><p>Ὅτι (ἡνίκα) τις πλείονας κεκτημένος ὀφείλει προτάξαι <note type="marginal">3, 10, 16</note>
τὰς ἴσας τῶν πολεμίων ἴσαις, ἐπιτάξαι δὲ ἑτέρας, ἃς χρὴ
ἡσυχίαν ἄγειν ἕως τινός· ἡνίκα προσβαλόντες οἱ πρῶτοι καὶ
τοῦ ἔργου ἁψάμενοι προεκλυθεῖεν οἱ πολέμιοι, τότε σημεῖον
αἴρειν, ὡς ἂν οἱ ἀκμῆτες τοῖς κεκοπιακόσιν ἐπιθέμενοι ῥᾳ- <lb n="5"/>
δίως κρατήσωσιν.</p><lb n="8"/><p>Ὅτι (ἡνίκα) τις μέλλων ἐφορμᾶν φόβον ἔχων ἐκ τῶν <note type="marginal">3, 10, 17</note>
πολεμίων νεῶν χρὴ ἐν μηνοειδεῖ σχήματι συντάξασθαι καὶ
ἐπὶ πρύμναν πλέων οὕτως τὴν ἐφόρμησιν ποιήσασθαι.</p><lb n="9"/><p>Ὅτι ἡνίκα τις τὰς τῶν ἐχθρῶν φοβούμενος βούλοιτο <note type="marginal">cf. 1, 47,1, 3, 11, 3</note>
ἐκκαλέσασθαι, χρὴ σχηγματίσασθαι ὀλιγότητα νεῶν τρόπῳ τοι- <note type="marginal">5, 22, 2</note>
ούτῳ· τὰς δύο τῶν νεῶν συζεύξας ἓν ἱστίον περιτιθέναι καὶ <lb n="12"/>
εἰς ἡμίσεις τῶν πολεμίων ποιήσασθαι τὴν ἔνδειξιν, ὡς ἂν
θαρρήσαντες καὶ ἀναχθέντες διπλᾶς εὑρόντες (ῥᾳδίως χει-
ρωθῶσιν.</p><lb n="15"/><lb n="10"/><p>Ὅτι Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τετρα- <note type="marginal">3, 11, 12</note>
κοσίους ἄνδρας εἴς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς
παρέπλει· οἱ μὲν οὖν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀπο-
βᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνῄρουν. ὁ δὲ διὰ
τάχους εἰς τὴν πόλιν εἰσέπλευσεν, οἱ δὲ πολῖται φοβηθέντες, <lb n="20"/>
μὴ τῆς πόλεως ἀποκλεισθῶσι καταλιπόντες τὴν πρὸς τοὺς
τριακοσίους μάχην ἀνεχώρησαν ἐπὶ τὴν πόλιν.</p><lb n="11"/><p>Ὅτι Χάρης περὶ Νεάπολιν ἐναυλόχει τριήρεις ἔχων <note type="marginal">4, 2, 22</note>
εἴκοσιν. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄρι-
στα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἄλκῃ καὶ ῥώμῃ καὶ τέχνῃ <lb n="25"/>
ἀρίστων καὶ παράγγελμα ἔδωκεν προαναχθῆναι τοῦ στόλου
παντὸς καὶ παραπλεῖν ἐπὶ τὴν Νεάπολιν οὐ πολὺ τῆς γῆς
ἀπέχοντας. οἱ μὲν παρέπλεον, ὁ δὲ Χάρης ὡς ἀναρπασό-
μενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ
τέσσαρες ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι ταχέως εἰς <lb n="30"/>
τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συν-
<note type="footnote">1. 7 (ἡνίκα) inclusi || 18 ὑπεξελθόντες H || 23 ἐναυμάχη
H || 31 μετεωριζοντο H.</note>

<pb n="501"/>
τεταγμένως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νεάπολιν ἀσφα-
λῶς παραπλεύσας, Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατ-
ἐλαβεν.</p><note type="marginal">4,6,8</note><p>Ὅτι Ἀντίγονος ἑκατὸν τριάκοντα ναῦς ἔχων καὶ μετὰ <lb n="12"/>
<lb n="5"/> τὸ Πολυσπέρχοντος ναυτικὸν ναυμαχήσας καὶ ἀποβαλὼν ἑξή-
κοντα τριήρεις μηδὲν δείσας τῆς ἥττης τὰς καταλειφθείσας
διὰ τῆς νυκτὸς ἑτοιμάσας καὶ ἀπὸ γῆς πεζοὺς εὐτρεπίσας
ἄμα ἕῳ προσετάξατο ταῖς τοῦ Πολυσπέρχοντος ἀμελῶς καὶ
ὡς ἔτυχε διακειμέναις καὶ τῶν μὲν ἔξωθεν, τῶν δὲ ἀπὸ τῶν
<lb n="10"/> νεῶν ἐπιθεμένων λαμπρὰν τὴν νίκην ἤρατο.</p><note type="marginal">4, 7,2</note><p>Ὅτι ἡνίκα τις βούληται λαθεῖν ὅπου ἀπέρχεται, χρὴ <lb n="13"/>
βιβλία δοῦναι τοῖς ναυάρχοις ἐσφραγισμένα καὶ παραγγεῖ-
λαι, εἰ μὲν ἐν τῷ ἅμα πλέουσι, μὴ λῦσαι τὰς σφραγῖδας,
εἰ δὲ τύχοι διασκεδασθῆναι, λύσαντες ἀναγνῶναι, ὅπου μέλ-
<lb n="15"/> λουσι πλεῖν.</p><note type="marginal">4, 7, 6</note><p>Ὅτι ἡνίκα τις πόλιν παραλίαν μέλλοι κρατεῖν, αἰφνιδίως <lb n="14"/>
χρὴ τὸ μὲν πλεῖστον τοῦ ναυτικοῦ εἰς ἕτερον τόπον ἀπο-
κρύψασθαι, ἐκλεξάμενος δὲ ἕως εἴκοσι ναῦς καὶ ἀρίστους
ἐμβιβάσας, ταύταις ῥοθίῳ τῇ εἰρεσίᾳ ὡς παραπλεῖν τῇ πόλει
<lb n="20"/> παραγγείλαι, ὡς ἂν οἱ πολῖται ὡς πρὸς ἕτερον τόπον ἀπ-
ερχομένας νομίσαντες ἀμελῶς διακέωνται, αὐτοὶ δὲ ἐξαίφνης
τῇ πόλει ἐπιθέμενοι κατάσχωσιν αὐτὴν ἀμελῶς τῶν πολιτῶν
διακειμένων.</p><note type="marginal">4,7, 7</note><p>Ὅτι Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τριήρεσι ἑκατὸν <lb n="15"/>
<lb n="25"/> ἑβδομήκοντα, ἣν ἐφύλαττε Πτολεμαίου στρατηγὸς Μενέλαος
ναῦσιν ἑξήκοντα, προσεδοκᾶτο δὲ καὶ αὐτὸς Πτολεμαῖος ἑκα-
τὸν τεσσαράκοντα ναυσὶν ἐπιπλεύσασθαι. Δημήτριος πρὸς
διακοσίας τριήρεις ἀξιόμαχος οὐκ ὢν μικρὸν ὑπαναχωρήσας
ὑπὸ κρημνοὺς λιμενίζοντας ἐναυλόχει. ἐπεὶ δὲ Πτολεμαῖον μὴ
<lb n="30"/> προορώμενον εἶδεν εἰς εὔορμον αἰγιαλὸν κατάραντα καὶ τὴν
ἐπὶ γῆς ἀπόβασιν μέλλοντα ποιεῖν, ἐξαίφνης ἀναφανεὶς ταῖς
<note type="footnote">11 βούλεται H || 14 τύχει H || 21 διάκειται H.</note>

<pb n="502"/>
προσορμιζουμέναις τοῦ Πτολεμαίου ναυσὶν, ὡς εἶχον τάχους
οἱ τοῦ Πτολεμαίου παραχρῆμα ἔφυγον καὶ αὐτὸς Μενέλαος
τὰ ὅμοια τῷ Πτολεμαίῳ ἔπασχε φεύγοντι συνακολουθῶν.</p><lb n="16"/><p>Ὅτι Διονύσιος ὑπὸ Ιμίλκωνος εἴσω λιμένος αὐταῖς ναυσὶ <note type="marginal">5, 2, 6</note>
περικλεισθεὶς τοὺς στρατιώτας θαρρεῖν παρεκελεύσατο. περι- <lb n="5"/>
σκοπήσας οὖν τὸν λιμένα ἔχοντα κατὰ θάτερον μέρος τόπον
ὁμαλὸν καὶ πηλώδη, εὖρος εἴκοσι σταδίων τοῦτον φαλαγγώ-
σας ὑπερήνεγκεν ἡμέρᾳ μιᾷ ὀγδοήκοντα τριήρεις. Ἱμίλκων
φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν τοὺς Καρ-
χηδονίους ἐπὶ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, <lb n="10"/>
ἀπέπλευσεν. Διονύσιος δὲ τούτῳ τῷ τρόπῳ καὶ τὸν λιμένα
καὶ τὸ ναυτικὸν καὶ τὴν πόλιν διεσώσατο.</p><lb n="17"/><p>Ὅτι Ἱμίλκων πελάγιον πλοῦν διαπεραιοῦσθαι μέλλων <note type="marginal">5, 10, 2</note>
βιβλία ἐσφραγισμένα τοῖς ναυάρχοις δέδωκε συνθέμενος, ἐὰν
ἀποσπασθῶσιν, πῶς χρὴ συναχθῆναι. αὐτὸς δὲ λαμπτῆρας <lb n="15"/>
τὸ πρόσθεν μέρος πεφραγμένους ἔχων, ὅπως μὴ γνωρίζοιεν
οἱ πολέμιοι ἀπὸ τοῦ φωτὸς τὸν ἐπίπλουν, προήγετο.</p><lb n="18"/><p>Ὅτι φαντασίαν ὀλιγότητος δύναταί τις ποιεῖν ζευγνύων <note type="marginal">5,22,2</note>
δύο ναῦς καὶ ἐν ἀμφοτέραις. ἀνιστῶν ἱστίον ἓν, ὡς ἂν προ-
καλέσηται τοὺς ἐναντίους πρὸς πόλεμον.</p><lb n="19"/><p>Ὅτι Διότιμος Ἀθηναίων ναύαρχος πελάγιον πλοῦν μέλ- <note type="marginal">5,22,3</note>
λων πλεῖν κρύφα συναγαγὼν τοὺς τριηράρχας προεῖπεν
αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παρα-
λαβὼν ἀναχθήσεται, ὡς ἂν μὴ ἀπολίποιντο τὰς κρείσσω
τριήρεις ἔχοντες.</p><lb n="20"/><p>Ὅτι Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο- <note type="marginal">5, 22,4</note>
λεμίας ἀφʼ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας εἰς ἐνέ-
δραν ἀπέκρυψεν, ἀρχούσης δὲ ἡμέρας κατὰ τοὺς ἐνεδρεύον-
τας ταῖς ναυσὶν ἀνεκώχευεν, παραγγείλας τοῖς μὲν ἐπὶ τῶν
καταστρωμάτων διασκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις <lb n="30"/>
ἀνὰ μέρος ποτὲ μὲν τὰς θαλαμίας, ποτὲ δὲ τὰς θρανίτιδας
<note type="footnote">3 φεύγοντας H || 4 Ἡμίλκωνος H || 28 ἐνεδρεύσοντας H || 31
θαλμηρὰς H.</note>

<pb n="503"/>
κώπας ἀναφαίνειν καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν
ἐπειρᾶτο, οἱ μὲν πολέμιοι συνδραμόντες ἐκώλυον τὴν ἀπό-
βασιν. οἱ δὲ ἐκ τῆς ἐνέδρας προσδραμόντες οὓς μὲν αὐτῶν
ἀπέσφαξαν, οὓς δὲ πρὸς φυγὴν ἐτρέψαντο, ὁ δὲ ἀσφαλῆ τὴν
<lb n="5"/> ἀπόβασιν ἐποιήσατο.</p><note type="marginal">5,36</note><p>Ὅτι Δωρόθεος μιᾷ νηὶ ὑπὸ δύο τριήρων διωκόμενος <lb n="21"/>
ἔφευγεν εἰς τὸν λιμένα προηγούμενος αὐτῶν οὐ πολύ, κάμψας
δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν, εἰσ-
ιούσης τῆς προτέρας κατὰ τὸν λιμένα ἐμβαλὼν ἐκ πλαγίου
<lb n="10"/> αὐτὴν μὲν κατέδυσε, τὴν δὲ ἑτέραν εἰς φυγὴν ἔτρεψεν.</p><note type="marginal">7, 15,3</note><p>Ὅτι Ξέρξης σιτηγοὺς ναῦς Ἑλληνικὰς κρατήσας συμ- <lb n="22"/>
βουλευόντων τινῶν καταδῦσαι ταύτας αὐτοῖς ἀνδράσιν τοὐ-
ναντίον αὐτὸς ἐποίει. ἐρωτήσας γοῦν ὅποι πλεῖτεʼ, ἐπειδὴ
ἔφασαν ὡς πρὸς Ἑλλάδα, καὶ ἡμεῖς, ἔφη, ἐκεῖσε, ὥστε καὶ
<lb n="15"/> ὁ τοῖς Ἕλλησιν ἀγόμενος σῖτος ἡμέτερός ἐστιν.᾿  οἱ γοῦν
σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν εἰς ἔκπληξιν ἔφερον
αὐτούς.</p></div><div type="textpart" subtype="section" n="58"><head>58. Κατάληψις παραλίων τόπων καὶ πόλεων.</head><note type="marginal">1,3,3</note><p>Ὅτι Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη <lb n="1"/>
<lb n="20"/> πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξεν τὰς ναῦς ἀνα-
κωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς
εἰς τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα
ἄνω θαλάσσης· Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν
ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάσσης.</p><note type="marginal">5, 16, 3</note><p>Ὅτι Παμμένης βουλόμενος κρατῆσαι τοῦ Σικυωνίων <lb n="2"/>
<lb n="26"/> μένος αὐτὸς μὲν κατὰ γῆν παρεσκευάζετο προσβαλεῖν, πλοῖον
δὲ στρογγύλον πληρώσας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες
προσέσχον πρὸ τοῦ λιμένος, δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι
γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν
<lb n="30"/> ἐπιτηδείων ἥκοντες. ὁ δὲ Παμμένης εἰς ἑσπέραν προσέβαλεν
<note type="footnote">16 τοὺς Ἕλληνας H || 18 παράλλων H || πολεμίων H || 19 ἐπὶ
Προῦσαν H || 23 παρὰ| πρὸς H || 24 διὰ] ἐπὶ H.</note>

<pb n="504"/>
τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ ἐπὶ τὸν λιμένα πρὸς τὸν
θόρυβον ὁρμήσαντες παρὰ τῶν ἐκ τοῦ στρογγύλου ὁπλιτῶν
οὐ μόνον αὐτοὶ κατεσχέθησαν, ἀλλὰ καὶ ὁ λιμήν.</p><lb n="3"/><p>Ὅτι Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν <note type="marginal">5, 40</note>
καὶ ἰδίους μετασχηματίσας στρατιώτας ἐμβαλὼν εἰς αὐτὴν <lb n="5"/>
ἐληΐζετο ἀκωλύτως τὴν τῶν πολεμίων χώραν ὡς ἰδίων αὐτοὺς
ὑποδεχομένων.</p><lb n="4"/><p>Ἀλλὰ καὶ Ἀριστόμαχος πλείονας τριήρεις λαβὼν καὶ <note type="marginal">5, 41</note>
ἰδίους εἰς αὐτὰς ἐμβιβάσας καὶ κοσμήσας * * *</p></div></div></body></text></TEI>