55. Πέτρας ἀποτόμου ἅλωσις. Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους 4,3,29 λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν δύναται δοῦναι ἀντιπερίσπασιν. Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου 4,3,31 τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι- πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς τοῦτο μηνύσας. Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- 5,44,2 τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς. 56. Ἀσφάλειαι πόλεων. Ὅτι ἐάν τις τειχονμαχικὰ νοήσῃ ἔχειν τοὺς ἐχθροὺς ὄρ- 2,22,3 γανα, χρὴ προκαταλῦσαι μέρος τι τοῦ τείχους, ὡς ἂν δειλίαν τοῖς ἐχθροῖς ἐμποιήσῃ. Ὅτι καὶ προδοσίαν τις ὑφορώμενος χρὴ ἐκ τῶν μισθο- 2,22,4 φόρων ἑκάστῃ φυλακῇ ἕνα παρακαθίσαι. 2,27,2 Ὅτι καὶ παρακαθημένων τῶν πολεμίων ἐκ τοῦ ἑτέρου μέρους, εἴτε ἐκ τῆς πύλης εἴτε ἐκ τοῦ τείχους παρήξει, βέλ- τιστόν ἐστιν ἐκ τῶν ὄπιθεν ἐνέδραν τοῖς πολεμίοις περι- καθίσαι. ? Ὅτι καὶ ἐάν τις φημίσῃ, ὡς προδίδοται αὐτῷ ἡ τῶν πολεμίων πόλις, ὡς ἂν πρὸς τὴν ἐκείνων φυλακὴν ἑαυτοὺς περιστρέψαντες ἐάσωσι τὸ πολεμεῖν ἐκείνους. ? Ἀλλὰ καὶ ἐάν τις τὸν ἴδιον λαὸν ἀταράχως ἐξάγοι πρὸς ἀντιπαράταξιν δῆλον ὅτι θαρρῶν τῇ ὀχυρότητι τῶν τειχῶν, δύναται δοῦναι τοῖς ἐχθροῖς ὑποψίαν ὡς θάρρος ἔχων εἰς τὴν ἰδίαν δύναμιν. 6,3 Ὅτι μόλιβδος τηκτὸς ἐπιχεόμενος δύναται τὰς χελώνας ἀποτεφρῶσαι, σβέννυσι δὲ αὐτὸν ὄξος. ἀλλὰ καὶ πᾶν εἶδος πυρὸς περιγίγνεται ὄξος. καλὸν δέ ἐστι καὶ ταῖς χελώναις πηλὸν ὑγρὸν ἐπιτιθέναι ἢ σπόγγους πεπλησμένους ὄξους περιαρτᾶν. 6,17 Ὅτι πρὸς τὰ ὑπὸ γῆν ταφρεύματα χρὴ ἀντιπαρατάττε- σθαι κατέναντι αὐτῶν ἀνορύττειν εἰς τὸν ὑφορώμενον τόπον τῆς πολιορκίας καὶ ῥάβδους χαλκᾶς πηγνύειν, ὡς ἂν φθα- ζόντων τῶν πολεμίων αὐτοῖς καὶ πληττόντων ὁ ἦχος τοῦ χαλκοῦ κατάδηλον ποιῇ τῶν πολεμίων τὴν ἀνόρυξιν, εἶθʼ οὕτως πίθον τετρημένον εἰς τὸν πυθμένα πλῆσαι πτερὰ καὶ ταῦτα προσκαῦσαι, εἶτʼ ἀπομάσαι καὶ χαλκουργευτικὸν ἀσκὸν τῷ πίθῳ ὑποφυσᾶν, ὡς ἂν ὁ καπνὸς ἐλαυνόμενος τῷ φυσή- ματι τῶν ἀσκῶν δριμὺς ἐπιφερόμενος ἀντιπαρατάττοιτο τοῖς πολεμίοις. ? Ὅτι καὶ ἐάν τις διαφηνμίσῃ εἴτε διʼ αὐτομόλου εἴτε δι᾿ ἐπιστολῆς διὰ τρόπου τοῖς πολεμίοις κρατηθείσης, ὡς πρὸς τὴν ἐκείνων βούλοιτο ἐπιτηδεύσασθαι χώραν, δύναται πεῖ- σαι τοὺς πολεμίους ἀφέντας τὴν πολιορκίαν πρὸς τὴν ἰδίαν ἀπιέναι. 7,26 Ὅτι καὶ ἐάν τις βούλοιτο συμμαχίαν εἰσδέξασθαι κω- 15 ὄξους H || 21 ποιεῖ H. λυομένην ὑπὸ τῶν πολεμίων, δύναται τοῦτο ποιῆσαι ἀπα- τήσας τοὺς ἐχθροὺς διά τινος οἰκείου δηλῶν αὐτοῖς, ὡς τὴν ἄντικρυς νῆσον εἴτε χώραν εἴτε πόλιν αὐτοῖς προδοῦναι, ὡς ἂν τῇ τοιαύτῃ ἐλπίδι μικρὸν ὑπαναχωρήσαντες οἱ πολέ- μιοι, εὕρωσι χώραν εἰσελθεῖν οἱ σύμμαχοι. Ὅτι καὶ ἐάν τις καὶ γυναῖκας καὶ παῖδας καὶ πάντα 7,30 τὸν λαὸν προεξάξῃ τῆς πόλεως, δύναται δοῦναι ὑποψίαν ὡς ἀπονοίᾳ μάχονται, ἣν χρὴ σκέπτεσθαι τὸν κατὰ λόγον στρατηγοῦντα. Ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσει κατα- 7, 36 σκευάσαι τινὰ τὸν ἐνδείᾳ πιεζόμενον· εἶτα σῖτον καὶ κρι- θὴν τῇ ὄψει τῶν σωρῶν ἐπιχύσει, θρέψει δὲ καὶ ἡμιόνους πιωτάτους καὶ ἐξεπιτηδὲς τοῖς πολεμίοις αὐτοὺς προδῷ, εἶτα ἐπικηρυκεύσηται ὡς ἐπί τινι ὑποθέσει καὶ τῷ λόγῳ τούτῳ δείξει τοῖς ἐπικηρυκευσαμένοις τῶν πολεμίων τοὺς σωροὺς, ὡς ἂν ἀπατηθέντες τῇ πλησμονῇ τῶν διατροφῶν ὑπαναχω- ρήσωσιν. Ὅτι Θασίων μηχανήματα πρὸς βοήθειαν τῶν τειχῶν 8,67 μελλόντων ποιεῖν, ἐπειδὴ ἠπόρουν σπαρτίων, αἱ τούτων γυναῖκες ἀποκειράμεναι καὶ πλῆθος τριχῶν ἐπισυνάξασαι, σχοινία ποιήσαντες Θάσιοι τὴν χρείαν τῶν μηχανημάτων ἐπλήρωσαν.