54. Πόλεων ἁλώσεις. Ὅτι ἐὰν μηχανήσηταί τις, ὡς στάσις ἐγένετο ἐν τῷ 1,15 αὐτοῦ στρατοπέδῳ καὶ διʼ αὐτομόλου δηλώσας τοῖς πολιορ- κουμένοις ὑπαναχωρήσῃ μετὰ τὴν φήμην μικρὸν, εἶτα πάλιν 16 ἐδεκάτευεν] οὐδὲ κατεῖχεν H || 20 ἐδίδει H || 27 αὐτοῦ H || 28 ὑπαναχωρήσει H. ὑποστρέψας ἐνεδρεύσῃ καὶ, ἡνίκα ἴδῃ καταφρονητὰς ὅσον ἐκ τῆς ἀγγελίας καὶ τῶν ὁρωμένων τοὺς πολίτας, ἐπιπέσῃ τῇ πόλει ἀφυλάκτως, τροποῦται ταύτην. 1,37 Ὅτι καὶ [δι᾿ ] ὑδρορρόης δύναταί τις ἀσέληνον νύκτα παρατηρήσας εἰσενεγκεῖν στρατιώτας καὶ κρατῆσαι πόλεως. 2, 1, 16 Ὅτι πολιορκῶν τις πόλιν πολλοὺς ἔχουσαν συμμάχους μηχανησάμενος ἀναχώρησιν ἰδίαν δύναται πεῖσαι τοὺς πο- λίτας ἀποπέμψασθαι καὶ μετὰ τὸ τοὺς συμμάχους ἀναχω- ρῆσαι ἐπελάσαι ἐξαίφνης καὶ ἐφευρεῖν τὴν πόλιν ἄνευ συμ- μάχων. 2,4,1 Ὅτι Πελοπίδας ἐπολιόρκει ἀκροπόλεις ἀπεχούσας ἀλλή- λων ἑκατὸν εἴκοσι στάδια. συνέταξεν οὖν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ᾑρῆσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαν- τασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ ὡς ἤδη γεγενημένης καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς αὐτοὺς τῷ Πε- λοπίδᾳ παρέδωκαν· ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσ- λαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντιτάξασθαι. 2,27,1 Ὅτι ἐάν τις τραυματίας τινὰς τῶν οἰκείων πείσῃ δέξα- σθαι, δύναται κατασχεῖν πόλεως. 2,35 Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῆς πόλεως κατάσχῃ καὶ πείσῃ ὅ προδοῦναι τὴν πόλιν, δύναται ἐλθεῖν νύκτωρ εἰς τὰς πύλας καὶ τὸ σύνθημα εἰπεῖν, ὅστις εἴη, ἐπακολουθούντων αὐτῷ τινων ἐκ τῶν πολεμίων φόρτια βασταζόντων, ὅπως, ἡνίκα ἀνοίξωσιν οἱ φυλάσσοντες εἰσδέξασθαι αὐτὸν, εἰσέλθωσιν οἱ ἐπακολουθοῦντες καὶ φονεύσωσι μὲν αὐτοὺς, κρατήσωσι δὲ τὰς πύλας καὶ εἰσενέγκωσι τοὺς ἰδίους. 2,36 Ὅτι καὶ ἐὰν χρήμασί τις φθείρας τινὰς τῶν τῆς πόλεως 1 ἐνεδρεύσει H || 2 ἐπιπέσει H || 4 [διʼ] inserui || 13 τετρα- κισχιλίους H || 29 φονεύσουσι H || κρατήσουσι H || 30 τὰς πύλας H. ἀπομάξαι διὰ κηροῦ τὰς κλεῖδας τῶν πυλῶν δυνηθῇ ὁμοίας κατασκευάσαι, εἶτα αὐτοῖς ἐκείνοις παρασχεῖν καὶ εἰς ὡρισ- μένον ἀνοίξωσι καιρόν. σαλπιγκτὰς δὲ χρὴ κυκλῶσαι τῆς πόλεως καὶ ἄλλον ἀλλαχοῦ παραστῆσαι καὶ σαλπίζειν κελεῦ- σαι, ὡς ἂν ἀπατήσωσι τοὺς πολιορκουμένους πανταχόθεν ὑποπτεύσαντας τὴν πόλιν συλληφθῆναι. Ὅτι καὶ ἐάν τις ὡς κοινολογησόμενος δοίη λόγον τῷ 3,2 φρουράρχῳ ἀβλαβῆ εἰς τὴν πόλιν ἀποπέμψειν καὶ μετὰ τὴν αὐτοῦ ἐξέλευσιν προσελθὼν παραλάβοι τὴν πόλιν, αὐτὸν δὲ κατὰ τὸν λόγον ἀβλαβῆ ἕως τῆς πόλεως ἐνεγκὼν ἐσχάτως φονεύσοι. Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῶν τῆς πόλεως δυνηθῇ κρα- 3,14 τῆσαι καὶ διαφθείρας χρήμασι πείσῃ ὑποστρέψαι (καὶ) εἰς τὴν πόλιν μετὰ προβάτων καί τινων ἑτέρων ὡς λείαν ἄγοντα, τοῦτο δὲ καὶ ἅπαξ ποιήσῃ καὶ δίς, εἶτα ἐν τῷ ἀνοίγειν τὰς πύλας λάθῃ συνεισενεγκών τινας τῶν πολεμίων. Ὅτι καὶ ἡνίκα τις πρέσβεις ἀποστείλῃ διαλεξομένους 4,2,4 τοῖς πολίταις, ὅπως ἀπάντων ἐπὶ τὴν αὐτῶν ἀκρόασιν συνελ- θόντων αἰφνίδιον ἐπίθεσιν αὐτὸς ποιήσας δύναται τῆς πό- λεως κρατῆσαι. Ὅτι διὰ κλιμάκων τις ἀναβιβάσας στρατιώτας τοῖς τεί- 4,2,15 χεσιν ὀφείλει τὰς κλίιμακας ἀφελεῖν, ὅπως προθυμότερον τῶν τειχῶν κρατήσειαν. Ὅτι Φιλίππου πολιορκοῦντος πόλιν Θεσσαλικὴν εἰσελ- 4, 2, 18 θόντων τῶν αὐτοῦ μισθοφόρων καὶ ἀφʼ ὑψηλῶν πολεμου- μένων αὐτὸς ἐκ τοῦ ἑτέρου μέρους ἀφυλάκτου τοῦ τείχους ὄντος διὰ κλιμάκων ἀνεβίβασεν στρατιώτας, οἳ ἀντιπερίσπασιν δόντες τοῖς πολίταις ἀβλαβεῖς διετηρήσαντο τοὺς εἰσελθόντας. Ὅτι καὶ ἡνίκα τις ἀποκρύψας δύναμιν αὐτὸς μὲν μετὰ 4,3,12 τῆς ἑτέρας ἐπιβάλοι ἐν τῷ φανερῷ, τῆς συμβολῆς δὲ γενο- μένης οἱ ἐκ τῆς ἐνέδρας κυκλώσωσι τὸ τεῖχος ἀφύλακτον. 4 κελεύσει H || 7 κοινολογησάμενος H || 13 (καὶ) seclusi || 15 ποιήσει H || 24 Θεσσαλονικὴν H || 28 τοὺς πολίτας H. 4,18,(7) Ὅτι καὶ ἐάν τις πολιορκῶν διὰ διωρύχων βούληται ὑπεισελθεῖν τῇ πόλει, προστυχὼν πέτρας νύκτωρ ἀλλαχόθεν χῶμα προστάξει φέρειν καὶ ἐπίπροσθεν τῆς διώρυχος ἐκχέειν, ὡς ἂν ἀπατηθέντες οἱ τῆς πόλεως νομίσωσιν ἤδη παρα- ληφθῆναι. 5, 10,3 Ὅτι καὶ ὁδῶν δύο ἀπαγουσῶν πρὸς τὴν πόλιν, ἐάν τις τὴν μίαν ἀνορύξας ἀδιάβατον μὲν δόξῃ ποιεῖν, πρὸς δὲ τὴν ἑτέραν προσβάλῃ καὶ τοῦτο διʼ αὐτομόλου μηνύσῃ, εἶτα τῶν πολεμίων πρὸς ἐκείνην ἀποβλεπόντων αὐτὸς προπαρεσκευασ- μένοις ξύλοις γεφυρώσας τὴν ταφρευθεῖσαν ὑπεισέλθῃ τῇ πόλει. 5,10,5 Ἀλλὰ καὶ ὕλης πλησιαζούσης ἐάν τις ἐπιτηρήσας ἄνε- μον ἐμπρήσῃ ταύτην, δύναται μηχανήσασθαι ἅλωσιν. 5,19 Ὅτι καὶ ἐάν τις ἐκ τῶν πολεμίων τινὰ δυνηθῇ δια- φθεῖραι καὶ δοίη τινὰς δεδεμένους ὡς αἰχμαλώτους ἀπάγειν πρὸς τὰ τείχη, ὅπως ἀνοίξωσιν αὐτῷ οἱ οἰκεῖοι περιχαρῶς ὡς ἐπινίκια κομίζοντι, οἱ δὲ δεδεμένοι κρατήσωσι τῶν πυλῶν. 5,22,4 Ὅτι εἰς παράλιον πόλιν ἐάν τις νυκτὸς ἐπιπλεύσας ἐκ- βιβάσῃ ἐνέδραν, αὐτὸς δὲ ἐπαναχθεὶς ἅμα ἕῳ ἐπιστήσῃ ἑαυτὸν, τῶν πολιτῶν δὲ πρὸς αὐτὸν ἀποβλεπόντων οἱ τῆς ἐνέδρας ἐξελθόντες κατάσχωσι τὴν πόλιν. 6,1,1 Ὅτι καὶ ἐάν τις λαθεῖν θέλων ὡς ἐπὶ μισθοφορίᾳ καὶ ἀριθμῷ ἐξοπλίσασθαι προτρέψηται τὸν λαὸν καὶ αὐτῇ τῇ ὥρᾳ ἐπάξῃ, αὐτὴν δύναται πόλιν ἀφύλακτον εὑρεῖν καὶ παραλαβεῖν μηδενὸς εἰδότος μήτε τῶν νικώντων μήτε τῶν νικωμένων. 6,13 Ὅτι διʼ ἐλλεβόρου ἐάν τις φθείρῃ τὸ εἰσαγόμενον εἰς τὴν πόλιν ὕδωρ, ἐκλύσας τοὺς πολίτας δύναται κατασχεῖν εὐχερῶς τὴν πόλιν. 7,6,10 Ὅτι ἐάν τις πολιορκῶν πόλιν ἐκ τοῦ ἑτέρου μέρους ἐπὶ ξύλοις ἰσομήκεσι τοῖς τείχεσιν εἴδωλα περιθεὶς μετὰ πανοπλίας ἐπιστήσῃ τοῖς τείχεσιν, ὡς ἂν ἀπατηθέντες οἱ 1 βούλεται H || 4 νομίσασιν H || 6 ἀπαγόντων H || 22 ἀριθμῷ] ἀδνουμίῳ H || πχουτρέψηται H. πολῖται διʼ αὐτῶν ᾑρῆσθαι τὴν πόλιν σφᾶς αὐτοὺς παρα- δοῖεν. Ὅτι ἐάν τις διώρυχα ποιήσας βαθεῖαν δι᾿  αὐτῆς ὑπὸ 7,11,5 γῆν ὑπεισελθὼν τῷ τείχει εὐχερῶς δύναται κατασχεῖν τὴν πόλιν. Ὅτι καὶ τὴν λείαν τις προθεὶς δύναται ἀσφαλῶς ἐπιέναι 3,9,62 τὴν πόλιν τῶν πολιτῶν φειδομένων τοὺς οἰκείους τιτρώσκειν. Ἀλλὰ καὶ ἐν καιρῷ ὑετοῦ ῥαγδαίου βέλτιον τὴν ἐπί 8,23,8 θεσιν πρὸς τὴν πόλιν ποιεῖν ὡς τῶν φυλάκων διὰ τὸν ὑετὸν ἀναχωρούντων. 55. Πέτρας ἀποτόμου ἅλωσις. Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους 4,3,29 λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν δύναται δοῦναι ἀντιπερίσπασιν. Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου 4,3,31 τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι- πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς τοῦτο μηνύσας. Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- 5,44,2 τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς. 56. Ἀσφάλειαι πόλεων. Ὅτι ἐάν τις τειχονμαχικὰ νοήσῃ ἔχειν τοὺς ἐχθροὺς ὄρ- 2,22,3 γανα, χρὴ προκαταλῦσαι μέρος τι τοῦ τείχους, ὡς ἂν δειλίαν τοῖς ἐχθροῖς ἐμποιήσῃ. Ὅτι καὶ προδοσίαν τις ὑφορώμενος χρὴ ἐκ τῶν μισθο- 2,22,4 φόρων ἑκάστῃ φυλακῇ ἕνα παρακαθίσαι. 2,27,2 Ὅτι καὶ παρακαθημένων τῶν πολεμίων ἐκ τοῦ ἑτέρου μέρους, εἴτε ἐκ τῆς πύλης εἴτε ἐκ τοῦ τείχους παρήξει, βέλ- τιστόν ἐστιν ἐκ τῶν ὄπιθεν ἐνέδραν τοῖς πολεμίοις περι- καθίσαι. ? Ὅτι καὶ ἐάν τις φημίσῃ, ὡς προδίδοται αὐτῷ ἡ τῶν πολεμίων πόλις, ὡς ἂν πρὸς τὴν ἐκείνων φυλακὴν ἑαυτοὺς περιστρέψαντες ἐάσωσι τὸ πολεμεῖν ἐκείνους. ? Ἀλλὰ καὶ ἐάν τις τὸν ἴδιον λαὸν ἀταράχως ἐξάγοι πρὸς ἀντιπαράταξιν δῆλον ὅτι θαρρῶν τῇ ὀχυρότητι τῶν τειχῶν, δύναται δοῦναι τοῖς ἐχθροῖς ὑποψίαν ὡς θάρρος ἔχων εἰς τὴν ἰδίαν δύναμιν. 6,3 Ὅτι μόλιβδος τηκτὸς ἐπιχεόμενος δύναται τὰς χελώνας ἀποτεφρῶσαι, σβέννυσι δὲ αὐτὸν ὄξος. ἀλλὰ καὶ πᾶν εἶδος πυρὸς περιγίγνεται ὄξος. καλὸν δέ ἐστι καὶ ταῖς χελώναις πηλὸν ὑγρὸν ἐπιτιθέναι ἢ σπόγγους πεπλησμένους ὄξους περιαρτᾶν. 6,17 Ὅτι πρὸς τὰ ὑπὸ γῆν ταφρεύματα χρὴ ἀντιπαρατάττε- σθαι κατέναντι αὐτῶν ἀνορύττειν εἰς τὸν ὑφορώμενον τόπον τῆς πολιορκίας καὶ ῥάβδους χαλκᾶς πηγνύειν, ὡς ἂν φθα- ζόντων τῶν πολεμίων αὐτοῖς καὶ πληττόντων ὁ ἦχος τοῦ χαλκοῦ κατάδηλον ποιῇ τῶν πολεμίων τὴν ἀνόρυξιν, εἶθʼ οὕτως πίθον τετρημένον εἰς τὸν πυθμένα πλῆσαι πτερὰ καὶ ταῦτα προσκαῦσαι, εἶτʼ ἀπομάσαι καὶ χαλκουργευτικὸν ἀσκὸν τῷ πίθῳ ὑποφυσᾶν, ὡς ἂν ὁ καπνὸς ἐλαυνόμενος τῷ φυσή- ματι τῶν ἀσκῶν δριμὺς ἐπιφερόμενος ἀντιπαρατάττοιτο τοῖς πολεμίοις. ? Ὅτι καὶ ἐάν τις διαφηνμίσῃ εἴτε διʼ αὐτομόλου εἴτε δι᾿ ἐπιστολῆς διὰ τρόπου τοῖς πολεμίοις κρατηθείσης, ὡς πρὸς τὴν ἐκείνων βούλοιτο ἐπιτηδεύσασθαι χώραν, δύναται πεῖ- σαι τοὺς πολεμίους ἀφέντας τὴν πολιορκίαν πρὸς τὴν ἰδίαν ἀπιέναι. 7,26 Ὅτι καὶ ἐάν τις βούλοιτο συμμαχίαν εἰσδέξασθαι κω- 15 ὄξους H || 21 ποιεῖ H. λυομένην ὑπὸ τῶν πολεμίων, δύναται τοῦτο ποιῆσαι ἀπα- τήσας τοὺς ἐχθροὺς διά τινος οἰκείου δηλῶν αὐτοῖς, ὡς τὴν ἄντικρυς νῆσον εἴτε χώραν εἴτε πόλιν αὐτοῖς προδοῦναι, ὡς ἂν τῇ τοιαύτῃ ἐλπίδι μικρὸν ὑπαναχωρήσαντες οἱ πολέ- μιοι, εὕρωσι χώραν εἰσελθεῖν οἱ σύμμαχοι. Ὅτι καὶ ἐάν τις καὶ γυναῖκας καὶ παῖδας καὶ πάντα 7,30 τὸν λαὸν προεξάξῃ τῆς πόλεως, δύναται δοῦναι ὑποψίαν ὡς ἀπονοίᾳ μάχονται, ἣν χρὴ σκέπτεσθαι τὸν κατὰ λόγον στρατηγοῦντα. Ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσει κατα- 7, 36 σκευάσαι τινὰ τὸν ἐνδείᾳ πιεζόμενον· εἶτα σῖτον καὶ κρι- θὴν τῇ ὄψει τῶν σωρῶν ἐπιχύσει, θρέψει δὲ καὶ ἡμιόνους πιωτάτους καὶ ἐξεπιτηδὲς τοῖς πολεμίοις αὐτοὺς προδῷ, εἶτα ἐπικηρυκεύσηται ὡς ἐπί τινι ὑποθέσει καὶ τῷ λόγῳ τούτῳ δείξει τοῖς ἐπικηρυκευσαμένοις τῶν πολεμίων τοὺς σωροὺς, ὡς ἂν ἀπατηθέντες τῇ πλησμονῇ τῶν διατροφῶν ὑπαναχω- ρήσωσιν. Ὅτι Θασίων μηχανήματα πρὸς βοήθειαν τῶν τειχῶν 8,67 μελλόντων ποιεῖν, ἐπειδὴ ἠπόρουν σπαρτίων, αἱ τούτων γυναῖκες ἀποκειράμεναι καὶ πλῆθος τριχῶν ἐπισυνάξασαι, σχοινία ποιήσαντες Θάσιοι τὴν χρείαν τῶν μηχανημάτων ἐπλήρωσαν.