<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="51"><head>51. Ἅλωσις ἑνὸς ἀνδρός.</head><lb n="1"/><p>Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον <note type="marginal">7, 13</note>
σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- <lb n="16"/>
μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος
ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε
πρὸς Ἀρταξέρξην.</p><lb n="2"/><p>Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως <note type="marginal">7, 16, 1</note>
ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν <lb n="21"/>
περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ
ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ-
αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς
αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν <lb n="25"/>
πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς
ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ
τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε
πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ-
ἐκτειναν αὐτόν.</p><note type="footnote">6 [ἀποστείλας] inserui || 7 Εὐμενίων H || 15. 17 Τερίβαζον
H || 16 Χύρου H || 20 αὐτοῦ H.</note><pb n="491"/><note type="marginal">7,29,1</note><p>Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- <lb n="3"/>
μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς
ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ
μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ
<lb n="5"/> πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει-
σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν
χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα-
τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ-
ἐκτεινεν.</p></div><div type="textpart" subtype="section" n="52"><lb n="10"/><head>52. Φυγὴ ἑνὸς καὶ μιᾶς.</head><note type="marginal">2, 31, 3</note><p>Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν <lb n="1"/>
ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ
δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν-
εχώρησεν.</p><note type="marginal">3, 7, 1</note><p>Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- <lb n="2"/>
<lb n="16"/> τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό-
φινον ἤτοι τοιοῦτον λάβοι.</p><note type="marginal">3,7, 3</note><p>Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ <lb n="3"/>
μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού-
<lb n="20"/> σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν.</p><note type="marginal">3,15</note><p>Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας
ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν.</p><note type="marginal">6,54</note><p>Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, <lb n="5"/>
ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς
<lb n="25"/> ἐκφεύγει.</p><note type="marginal">8,19</note><p>Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν <lb n="6"/>
τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων.</p><note type="marginal">8,34</note><p>Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς <lb n="7"/>
γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ
<lb n="30"/> ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη
εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη
<note type="footnote">1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H ||
28 Χίλωνις] Χειλωνίς Polvaen.</note>

<pb n="492"/>
καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη.
ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον
τῆς ἰδίας ἀπέδωκε γυναικός.</p><lb n="8"/><p>Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ <note type="marginal">8,57</note>
ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ <lb n="5"/>
ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα.</p><lb n="9"/><p>Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- <note type="marginal">8, 61</note>
σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ
ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.</p></div><div type="textpart" subtype="section" n="53"><head>53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.</head><lb n="10"/><lb n="1"/><p>Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα <note type="marginal">8, 23, 21</note>
παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο
τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι
τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει.</p><lb n="2"/><p>Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ <note type="marginal">8, 24, 1</note>
ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν.</p><lb n="3"/><p>Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- <note type="marginal">8, 24, 3</note>
λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν
διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου <note type="marginal">8,24,5</note>
φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς.</p><lb n="20"/><lb n="4"/><p>Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- <note type="marginal">8, 53, 2</note>
χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν
αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ
ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.</p></div></div></body></text></TEI>