51. Ἅλωσις ἑνὸς ἀνδρός. Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον 7, 13 σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε πρὸς Ἀρταξέρξην. Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως 7, 16, 1 ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ- αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ- ἐκτειναν αὐτόν. 6 [ἀποστείλας] inserui || 7 Εὐμενίων H || 15. 17 Τερίβαζον H || 16 Χύρου H || 20 αὐτοῦ H. 7,29,1 Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει- σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα- τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ- ἐκτεινεν. 52. Φυγὴ ἑνὸς καὶ μιᾶς. 2, 31, 3 Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν- εχώρησεν. 3, 7, 1 Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό- φινον ἤτοι τοιοῦτον λάβοι. 3,7, 3 Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού- σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν. 3,15 Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν. 6,54 Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς ἐκφεύγει. 8,19 Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων. 8,34 Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη 1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H || 28 Χίλωνις] Χειλωνίς Polvaen. καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη. ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον τῆς ἰδίας ἀπέδωκε γυναικός. Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ 8,57 ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα. Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- 8, 61 σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.