<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="50"><head>50. Περὶ ἀποσκευῆς.</head><note type="marginal">4,3,10</note><p>Ὅτι Ἀλέξανδρος ὁρῶν τοὺς οἰκείους μὴ προθυμουμέ- <lb n="1"/>
<lb n="26"/> νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ
τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά-
ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ
πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον.</p><note type="footnote">5 διαπεράσει et ἀντιστρατοπεδεύσει H || 14 αὐτοῦ H || 27
στρατείας] ὑστεραίας Η.</note><pb n="490"/><lb n="2"/><p>Ὅτι Ἀντίγονος ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- <note type="marginal">4, 6, 12</note>
ξιν οὐκ ὀχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ
στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ ἔλαβεν.</p><lb n="3"/><p>Ὅτι ὁ αὐτὸς Εὐμένει παρατάσσων, ἐπειδὴ εἶδεν τοὺς <note type="marginal">4, 6, 13</note>
τοῦ Εὐμένους πολλὴν ἀποσκευὴν ἔχοντας, τοῦ πολέμου συγ- <lb n="5"/>
κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο-
στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες
δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον
συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν
ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί- <lb n="10"/>
γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ-
κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν
Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.</p></div><div type="textpart" subtype="section" n="51"><head>51. Ἅλωσις ἑνὸς ἀνδρός.</head><lb n="1"/><p>Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον <note type="marginal">7, 13</note>
σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- <lb n="16"/>
μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος
ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε
πρὸς Ἀρταξέρξην.</p><lb n="2"/><p>Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως <note type="marginal">7, 16, 1</note>
ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν <lb n="21"/>
περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ
ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ-
αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς
αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν <lb n="25"/>
πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς
ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ
τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε
πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ-
ἐκτειναν αὐτόν.</p><note type="footnote">6 [ἀποστείλας] inserui || 7 Εὐμενίων H || 15. 17 Τερίβαζον
H || 16 Χύρου H || 20 αὐτοῦ H.</note><pb n="491"/><note type="marginal">7,29,1</note><p>Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- <lb n="3"/>
μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς
ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ
μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ
<lb n="5"/> πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει-
σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν
χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα-
τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ-
ἐκτεινεν.</p></div><div type="textpart" subtype="section" n="52"><lb n="10"/><head>52. Φυγὴ ἑνὸς καὶ μιᾶς.</head><note type="marginal">2, 31, 3</note><p>Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν <lb n="1"/>
ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ
δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν-
εχώρησεν.</p><note type="marginal">3, 7, 1</note><p>Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- <lb n="2"/>
<lb n="16"/> τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό-
φινον ἤτοι τοιοῦτον λάβοι.</p><note type="marginal">3,7, 3</note><p>Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ <lb n="3"/>
μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού-
<lb n="20"/> σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν.</p><note type="marginal">3,15</note><p>Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας
ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν.</p><note type="marginal">6,54</note><p>Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, <lb n="5"/>
ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς
<lb n="25"/> ἐκφεύγει.</p><note type="marginal">8,19</note><p>Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν <lb n="6"/>
τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων.</p><note type="marginal">8,34</note><p>Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς <lb n="7"/>
γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ
<lb n="30"/> ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη
εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη
<note type="footnote">1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H ||
28 Χίλωνις] Χειλωνίς Polvaen.</note>

<pb n="492"/>
καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη.
ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον
τῆς ἰδίας ἀπέδωκε γυναικός.</p><lb n="8"/><p>Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ <note type="marginal">8,57</note>
ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ <lb n="5"/>
ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα.</p><lb n="9"/><p>Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- <note type="marginal">8, 61</note>
σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ
ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.</p></div><div type="textpart" subtype="section" n="53"><head>53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.</head><lb n="10"/><lb n="1"/><p>Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα <note type="marginal">8, 23, 21</note>
παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο
τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι
τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει.</p><lb n="2"/><p>Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ <note type="marginal">8, 24, 1</note>
ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν.</p><lb n="3"/><p>Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- <note type="marginal">8, 24, 3</note>
λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν
διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου <note type="marginal">8,24,5</note>
φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς.</p><lb n="20"/><lb n="4"/><p>Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- <note type="marginal">8, 53, 2</note>
χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν
αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ
ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.</p></div><div type="textpart" subtype="section" n="54"><head>54. Πόλεων ἁλώσεις.</head><lb n="1"/><p>Ὅτι ἐὰν μηχανήσηταί τις, ὡς στάσις ἐγένετο ἐν τῷ <note type="marginal">1,15</note>
αὐτοῦ στρατοπέδῳ καὶ διʼ αὐτομόλου δηλώσας τοῖς πολιορ-
κουμένοις ὑπαναχωρήσῃ μετὰ τὴν φήμην μικρὸν, εἶτα πάλιν
<note type="footnote">16 ἐδεκάτευεν] οὐδὲ κατεῖχεν H || 20 ἐδίδει H || 27 αὐτοῦ
H || 28 ὑπαναχωρήσει H.</note>

<pb n="493"/>
ὑποστρέψας ἐνεδρεύσῃ καὶ, ἡνίκα ἴδῃ καταφρονητὰς ὅσον
ἐκ τῆς ἀγγελίας καὶ τῶν ὁρωμένων τοὺς πολίτας, ἐπιπέσῃ
τῇ πόλει ἀφυλάκτως, τροποῦται ταύτην.</p><note type="marginal">1,37</note><p>Ὅτι καὶ [δι᾿ ] ὑδρορρόης δύναταί τις ἀσέληνον νύκτα <lb n="2"/>
<lb n="5"/> παρατηρήσας εἰσενεγκεῖν στρατιώτας καὶ κρατῆσαι πόλεως.</p><note type="marginal">2, 1, 16</note><p>Ὅτι πολιορκῶν τις πόλιν πολλοὺς ἔχουσαν συμμάχους <lb n="3"/>
μηχανησάμενος ἀναχώρησιν ἰδίαν δύναται πεῖσαι τοὺς πο-
λίτας ἀποπέμψασθαι καὶ μετὰ τὸ τοὺς συμμάχους ἀναχω-
ρῆσαι ἐπελάσαι ἐξαίφνης καὶ ἐφευρεῖν τὴν πόλιν ἄνευ συμ-
<lb n="10"/> μάχων.</p><note type="marginal">2,4,1</note><p>Ὅτι Πελοπίδας ἐπολιόρκει ἀκροπόλεις ἀπεχούσας ἀλλή- <lb n="4"/>
λων ἑκατὸν εἴκοσι στάδια. συνέταξεν οὖν, ἐπειδὰν προσάγῃ
τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν
ἀγγέλλοντας τὴν ἑτέραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀνέζευξεν
<lb n="15"/> ἐπὶ τὴν δοκοῦσαν ᾑρῆσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν
ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαν-
τασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ ὡς ἤδη γεγενημένης
καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς αὐτοὺς τῷ Πε-
λοπίδᾳ παρέδωκαν· ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσ-
<lb n="20"/> λαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο
οὐκέτι θαρροῦσαν ἀντιτάξασθαι.</p><note type="marginal">2,27,1</note><p>Ὅτι ἐάν τις τραυματίας τινὰς τῶν οἰκείων πείσῃ δέξα- <lb n="5"/>
σθαι, δύναται κατασχεῖν πόλεως.</p><note type="marginal">2,35</note><p>Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῆς πόλεως κατάσχῃ καὶ πείσῃ ὅ
<lb n="25"/> προδοῦναι τὴν πόλιν, δύναται ἐλθεῖν νύκτωρ εἰς τὰς πύλας
καὶ τὸ σύνθημα εἰπεῖν, ὅστις εἴη, ἐπακολουθούντων αὐτῷ
τινων ἐκ τῶν πολεμίων φόρτια βασταζόντων, ὅπως, ἡνίκα
ἀνοίξωσιν οἱ φυλάσσοντες εἰσδέξασθαι αὐτὸν, εἰσέλθωσιν
οἱ ἐπακολουθοῦντες καὶ φονεύσωσι μὲν αὐτοὺς, κρατήσωσι
<lb n="30"/> δὲ τὰς πύλας καὶ εἰσενέγκωσι τοὺς ἰδίους.</p><note type="marginal">2,36</note><p>Ὅτι καὶ ἐὰν χρήμασί τις φθείρας τινὰς τῶν τῆς πόλεως <lb n="7"/>
<note type="footnote">1 ἐνεδρεύσει H || 2 ἐπιπέσει H || 4 [διʼ] inserui || 13 τετρα-
κισχιλίους H || 29 φονεύσουσι H || κρατήσουσι H || 30 τὰς πύλας H.</note>

<pb n="494"/>
ἀπομάξαι διὰ κηροῦ τὰς κλεῖδας τῶν πυλῶν δυνηθῇ ὁμοίας
κατασκευάσαι, εἶτα αὐτοῖς ἐκείνοις παρασχεῖν καὶ εἰς ὡρισ-
μένον ἀνοίξωσι καιρόν. σαλπιγκτὰς δὲ χρὴ κυκλῶσαι τῆς
πόλεως καὶ ἄλλον ἀλλαχοῦ παραστῆσαι καὶ σαλπίζειν κελεῦ-
σαι, ὡς ἂν ἀπατήσωσι τοὺς πολιορκουμένους πανταχόθεν <lb n="5"/>
ὑποπτεύσαντας τὴν πόλιν συλληφθῆναι.</p><lb n="8"/><p>Ὅτι καὶ ἐάν τις ὡς κοινολογησόμενος δοίη λόγον τῷ <note type="marginal">3,2</note>
φρουράρχῳ ἀβλαβῆ εἰς τὴν πόλιν ἀποπέμψειν καὶ μετὰ τὴν
αὐτοῦ ἐξέλευσιν προσελθὼν παραλάβοι τὴν πόλιν, αὐτὸν δὲ
κατὰ τὸν λόγον ἀβλαβῆ ἕως τῆς πόλεως ἐνεγκὼν ἐσχάτως <lb n="10"/>
φονεύσοι.</p><lb n="9"/><p>Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῶν τῆς πόλεως δυνηθῇ κρα- <note type="marginal">3,14</note>
τῆσαι καὶ διαφθείρας χρήμασι πείσῃ ὑποστρέψαι (καὶ) εἰς τὴν
πόλιν μετὰ προβάτων καί τινων ἑτέρων ὡς λείαν ἄγοντα,
τοῦτο δὲ καὶ ἅπαξ ποιήσῃ καὶ δίς, εἶτα ἐν τῷ ἀνοίγειν <lb n="15"/>
τὰς πύλας λάθῃ συνεισενεγκών τινας τῶν πολεμίων.</p><lb n="10"/><p>Ὅτι καὶ ἡνίκα τις πρέσβεις ἀποστείλῃ διαλεξομένους <note type="marginal">4,2,4</note>
τοῖς πολίταις, ὅπως ἀπάντων ἐπὶ τὴν αὐτῶν ἀκρόασιν συνελ-
θόντων αἰφνίδιον ἐπίθεσιν αὐτὸς ποιήσας δύναται τῆς πό-
λεως κρατῆσαι.</p><lb n="11"/><p>Ὅτι διὰ κλιμάκων τις ἀναβιβάσας στρατιώτας τοῖς τεί- <note type="marginal">4,2,15</note>
χεσιν ὀφείλει τὰς κλίιμακας ἀφελεῖν, ὅπως προθυμότερον τῶν
τειχῶν κρατήσειαν.</p><lb n="12"/><p>Ὅτι Φιλίππου πολιορκοῦντος πόλιν Θεσσαλικὴν εἰσελ- <note type="marginal">4, 2, 18</note>
θόντων τῶν αὐτοῦ μισθοφόρων καὶ ἀφʼ ὑψηλῶν πολεμου- <lb n="25"/>
μένων αὐτὸς ἐκ τοῦ ἑτέρου μέρους ἀφυλάκτου τοῦ τείχους
ὄντος διὰ κλιμάκων ἀνεβίβασεν στρατιώτας, οἳ ἀντιπερίσπασιν
δόντες τοῖς πολίταις ἀβλαβεῖς διετηρήσαντο τοὺς εἰσελθόντας.</p><lb n="13"/><p>Ὅτι καὶ ἡνίκα τις ἀποκρύψας δύναμιν αὐτὸς μὲν μετὰ <note type="marginal">4,3,12</note>
τῆς ἑτέρας ἐπιβάλοι ἐν τῷ φανερῷ, τῆς συμβολῆς δὲ γενο- <lb n="30"/>
μένης οἱ ἐκ τῆς ἐνέδρας κυκλώσωσι τὸ τεῖχος ἀφύλακτον.</p><note type="footnote">4 κελεύσει H || 7 κοινολογησάμενος H || 13 (καὶ) seclusi || 15
ποιήσει H || 24 Θεσσαλονικὴν H || 28 τοὺς πολίτας H.</note><pb n="495"/><note type="marginal">4,18,(7)</note><p>Ὅτι καὶ ἐάν τις πολιορκῶν διὰ διωρύχων βούληται <lb n="14"/>
ὑπεισελθεῖν τῇ πόλει, προστυχὼν πέτρας νύκτωρ ἀλλαχόθεν
χῶμα προστάξει φέρειν καὶ ἐπίπροσθεν τῆς διώρυχος ἐκχέειν,
ὡς ἂν ἀπατηθέντες οἱ τῆς πόλεως νομίσωσιν ἤδη παρα-
<lb n="5"/> ληφθῆναι.</p><note type="marginal">5, 10,3</note><p>Ὅτι καὶ ὁδῶν δύο ἀπαγουσῶν πρὸς τὴν πόλιν, ἐάν τις <lb n="15"/>
τὴν μίαν ἀνορύξας ἀδιάβατον μὲν δόξῃ ποιεῖν, πρὸς δὲ τὴν
ἑτέραν προσβάλῃ καὶ τοῦτο διʼ αὐτομόλου μηνύσῃ, εἶτα τῶν
πολεμίων πρὸς ἐκείνην ἀποβλεπόντων αὐτὸς προπαρεσκευασ-
<lb n="10"/> μένοις ξύλοις γεφυρώσας τὴν ταφρευθεῖσαν ὑπεισέλθῃ τῇ πόλει.</p><note type="marginal">5,10,5</note><p>Ἀλλὰ καὶ ὕλης πλησιαζούσης ἐάν τις ἐπιτηρήσας ἄνε- <lb n="16"/>
μον ἐμπρήσῃ ταύτην, δύναται μηχανήσασθαι ἅλωσιν.</p><note type="marginal">5,19</note><p>Ὅτι καὶ ἐάν τις ἐκ τῶν πολεμίων τινὰ δυνηθῇ δια- <lb n="17"/>
φθεῖραι καὶ δοίη τινὰς δεδεμένους ὡς αἰχμαλώτους ἀπάγειν
<lb n="15"/> πρὸς τὰ τείχη, ὅπως ἀνοίξωσιν αὐτῷ οἱ οἰκεῖοι περιχαρῶς
ὡς ἐπινίκια κομίζοντι, οἱ δὲ δεδεμένοι κρατήσωσι τῶν πυλῶν.</p><note type="marginal">5,22,4</note><p>Ὅτι εἰς παράλιον πόλιν ἐάν τις νυκτὸς ἐπιπλεύσας ἐκ- <lb n="18"/>
βιβάσῃ ἐνέδραν, αὐτὸς δὲ ἐπαναχθεὶς ἅμα ἕῳ ἐπιστήσῃ
ἑαυτὸν, τῶν πολιτῶν δὲ πρὸς αὐτὸν ἀποβλεπόντων οἱ τῆς
<lb n="20"/> ἐνέδρας ἐξελθόντες κατάσχωσι τὴν πόλιν.</p><note type="marginal">6,1,1</note><p>Ὅτι καὶ ἐάν τις λαθεῖν θέλων ὡς ἐπὶ μισθοφορίᾳ καὶ <lb n="19"/>
ἀριθμῷ ἐξοπλίσασθαι προτρέψηται τὸν λαὸν καὶ αὐτῇ τῇ
ὥρᾳ ἐπάξῃ, αὐτὴν δύναται πόλιν ἀφύλακτον εὑρεῖν καὶ
παραλαβεῖν μηδενὸς εἰδότος μήτε τῶν νικώντων μήτε τῶν
<lb n="25"/> νικωμένων.</p><note type="marginal">6,13</note><p>Ὅτι διʼ ἐλλεβόρου ἐάν τις φθείρῃ τὸ εἰσαγόμενον εἰς <lb n="20"/>
τὴν πόλιν ὕδωρ, ἐκλύσας τοὺς πολίτας δύναται κατασχεῖν
εὐχερῶς τὴν πόλιν.</p><note type="marginal">7,6,10</note><p>Ὅτι ἐάν τις πολιορκῶν πόλιν ἐκ τοῦ ἑτέρου μέρους <lb n="21"/>
<lb n="30"/> ἐπὶ ξύλοις ἰσομήκεσι τοῖς τείχεσιν εἴδωλα περιθεὶς μετὰ
πανοπλίας ἐπιστήσῃ τοῖς τείχεσιν, ὡς ἂν ἀπατηθέντες οἱ
<note type="footnote">1 βούλεται H || 4 νομίσασιν H || 6 ἀπαγόντων H || 22 ἀριθμῷ]
ἀδνουμίῳ H || πχουτρέψηται H.</note>

<pb n="496"/>
πολῖται διʼ αὐτῶν ᾑρῆσθαι τὴν πόλιν σφᾶς αὐτοὺς παρα-
δοῖεν.</p><lb n="22"/><p>Ὅτι ἐάν τις διώρυχα ποιήσας βαθεῖαν δι᾿  αὐτῆς ὑπὸ <note type="marginal">7,11,5</note>
γῆν ὑπεισελθὼν τῷ τείχει εὐχερῶς δύναται κατασχεῖν τὴν
πόλιν.</p><lb n="23"/><p>Ὅτι καὶ τὴν λείαν τις προθεὶς δύναται ἀσφαλῶς ἐπιέναι <note type="marginal">3,9,62</note>
τὴν πόλιν τῶν πολιτῶν φειδομένων τοὺς οἰκείους τιτρώσκειν.
<lb n="24"/> Ἀλλὰ καὶ ἐν καιρῷ ὑετοῦ ῥαγδαίου βέλτιον τὴν ἐπί <note type="marginal">8,23,8</note>
θεσιν πρὸς τὴν πόλιν ποιεῖν ὡς τῶν φυλάκων διὰ τὸν
ὑετὸν ἀναχωρούντων.</p></div></div></body></text></TEI>