5. Δειλῶν διάκρισις. Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- 2, 3, 3 λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- μενος εὐκλεῶς ἐνίκησεν. Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς 3, 9, 1 τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά- μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς 4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H 24 αὐτοῦ H. τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ- λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου κατὰ κράτος ἐνίκησεν. 5,3,5 Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν· ῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ- κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων.