5. Δειλῶν διάκρισις. Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- 2, 3, 3 λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- μενος εὐκλεῶς ἐνίκησεν. Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς 3, 9, 1 τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά- μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς 4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H 24 αὐτοῦ H. τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ- λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου κατὰ κράτος ἐνίκησεν. 5,3,5 Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν· ῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ- κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων. 6. Φίλων δοκίμασις. 1, 40, 1 Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ- τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί- θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο. 5, 2, 12 Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα- θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα- γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα- φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν εὑρὼν κατέλαβεν. 14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui. Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ 4, 3, 19 τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη· ῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ- ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν, αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς τὰ ἑκάστου διαβούλια ἔμαθεν. 7. Περὶ κατασκόπων. Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας 3, 13, 1 φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου. Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν 5, 28, 2 ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ- έταττεν καὶ ἀνερευνᾶσθαι. Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- 5, 33, 6 λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ- ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι. Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν 5, 44, 1 τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον. συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν- τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ- θος τῷ πρεσβευτῇ γένοιτο. Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, 8, 16, 8 Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον- τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο- 3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12 Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι- στόνικον Polvaen. μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι, ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας. 8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν. 1, 30, 7 Ὅτι Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους· ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας ὑμῶν.᾿  τούτων ἀναγιγνωσκομένων Ξέρξης τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο. 2, 1, 33 Ὅτι Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πολε- μίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν δια- λέξεως ἕνεκεν τῶν κοινῇ συμφερόντων· οἷς ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας. 2, 10, 1 Ὅτι Κλεανδρίδας ἐπὶ Τέριναν ἀγαγὼν τὴν στρατιὰν καὶ λάθρᾳ προσπεσεῖν ἐπιχειρῶν, ἐπειδὴ διʼ αὐτομόλου Τεριναῖοι προαισθόμενοι ὑπὲρ κεφαλῆς ἐγένοντο αὐτοῦ καὶ ἐκ τούτου συνέβαινε τὸν οἰκεῖον ἀθυμεῖν στρατὸν, τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν, ὃς ἂν Τεριναίων τὸ σύν- θημα λέγῃ τὸ προκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκού- σαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ἔδοξάν τινας ἐξ αὐτῶν ἔχειν προδότας καὶ ἐκ τούτου πρὸς φυλακὴν τῆς οἰκείας ἐτράπησαν πόλεως ἀφέντες τὸν πρὸς Κλεανδρίδαν ἐξ ὑπερ- δεξίου αὐτῶν πόλεμον. ὁ δὲ ἀκινδύνως ἐκ τούτου ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν διαβιβάσας τὴν χώραν αὐτῶν κατεδῄωσεν. 2, 10. 3 Ὅτι ὁ αὐτὸς πάλιν τοὺς ἀρίστους τῶν Τεγεατῶν λακω- νίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, [τὰ δὲ] τῶν ἄλλων λυμαινόμενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας εἰς δίκην προδοσίας ὑπῆγον, οἱ δὲ ἁλῶναι δείσαντες προέδωκαν τὴν 28 [τὰ δὲ] inserui. πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι τῷ φόβῳ βια- σθέντες. Ὡσαύτως καὶ Ἀλέξανδρος πολεμῶν Πέρσας τὸν αὐτῶν 4, 3, 15 στρατηγὸν Μέμνονα ἐποίησεν ὕποπτον παραγγείλας τοὺς ὑπʼ αὐτὸν [μὴ] προνομεύειν τὰ τούτου χωρία. Ὅτι καὶ Εὐρυπῶν ὁρῶν τὸν πρὸς Ἀρκάδας μηκυνό- 2, 13 μενον πόλεμον στάσιν αὐτοῖς ἐμποιῆσαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα, ὡς Λακεδαιμόνιοι παύσονται τοῦ πο- λέμου, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσωσι, τούτους δὲ εἶναι τοὺς Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες προσ- δοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι ἐπιθυμοῦντος τὴν εἰρήνην, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύ- ναντο, πολλοὺς δὲ καὶ εἰς συμμαχίαν αὐτῶν προσεποιήσαντο. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν κατʼ αὐτῶν, ὥστε δίχα διαιρεθέντες παρετάξαντο πρὸς ἀλλήλους. ἐκ τού- του συνέβη ἡττηθέντας Ἀρκάδας ἀνοῖξαι τὰς πύλας καὶ προσδέξασθαι Λακεδαιμονίους, οἳ καὶ κατέσχον τὴν πόλιν, ἣν πολέμου νόμῳ κρατῆσαι οὐκ ἴσχυον. 9. Περὶ ἀπιστίας εὐκαίρου. Ὅτι Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος 1, 45, 1 τὸν δῆμον συγκαταλύσειν ἧκεν εἰς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις τοῦ Λυσάνδρου. Ὅτι Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν 4, 17 εἰς Μεσοποταμίαν. ὃν ὑπεδέξατο Ἀρσάμης φίλος ὤν. διω- κόμενος οὖν ὑπʼ Ἀχαίου καὶ Ἀνδρομάχου στρατηγῶν καὶ 3 αὐτὸν H || 5 [μὴ] inserui || 6 Εὐρυτίων H || μηκυνώμενον Η || 10 Αἴγιναν ἠρηκότας H || 13 προσεποιήσατο H || 29 ὑπʼ Αχαίου] ὑπὸ Χέρου H. πολεμηθεὶς ὑπʼ αὐτῶν, ἐπειδὴ ἔτυχε πληγῆναι ἐν τῷ τοι- ούτῳ πολέμῳ, μεθ᾿ ἡμέρας τοὺς οἰκείους στρατιῶτας πρὸς ζήτησιν τοῦ οἰκείου σώματος ἐξαπέστειλεν ὑπισχνουμένους πάντα ποιήσειν, εἰ τοῦτο λάβοιειν. οἱ δὲ στρατηγοὶ νομί- σαντες τεθνηκέναι Ἀντίοχον πρὸς ἀναζήτησιν τοῦ σώματος αὐτοῦ πλῆθος στρατιωτῶν ἀόπλων ἐξαπέστειλαν. ἐπεὶ δὲ ἄλλος ἀλλαχοῦ διεσπάρησαν ἀναψηλαφῶντες αὐτὸς Ἀντίοχος μετὰ τῶν στρατιωτῶν σχῆμα βασιλικὸν ἀναλαβὼν ἐπεφάνη δείξας ἑαυτὸν καὶ ζῶντα καὶ νικῶντα. 5, 33, 3 Ὅτι Πομπίσκος εἴς τινα πόλιν στρατοπεδεύσας τὰ μὲν λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει. οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν, ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο. 7, 2 ,2 Ὅτι Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο- ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ- θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.