<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="5"><head>5. Δειλῶν διάκρισις.</head><lb n="1"/><p>Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- <note type="marginal">2, 3, 3</note>
λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς
βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- <lb n="25"/>
μενος εὐκλεῶς ἐνίκησεν.</p><lb n="2"/><p>Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς <note type="marginal">3, 9, 1</note>
τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης
ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά-
μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς <lb n="30"/>
<note type="footnote">4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H
24 αὐτοῦ H.</note>

<pb n="437"/>
τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ-
λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι
τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου
κατὰ κράτος ἐνίκησεν.</p><note type="marginal">5,3,5</note><p>Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- <lb n="3"/>
<lb n="6"/> πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν·
῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν
μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ-
κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους
<lb n="10"/> καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς
ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν
ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν
τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων.</p></div><div type="textpart" subtype="section" n="6"><head>6. Φίλων δοκίμασις.</head><note type="marginal">1, 40, 1</note><p>Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ <lb n="1"/>
<lb n="16"/> κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς
αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ-
τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί-
θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο.</p><note type="marginal">5, 2, 12</note><p>Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- <lb n="2"/>
<lb n="21"/> λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον
ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν
ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα-
θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν
<lb n="25"/> δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου
τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα-
γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα
βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα-
φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν
<lb n="30"/> εὑρὼν κατέλαβεν.</p><note type="footnote">14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui.</note><pb n="438"/><p>Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ <note type="marginal">4, 3, 19</note>
τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη·
῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ-
ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν,
αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς <lb n="5"/>
τὰ ἑκάστου διαβούλια ἔμαθεν.</p></div></div></body></text></TEI>