5. Δειλῶν διάκρισις. Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- 2, 3, 3 λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- μενος εὐκλεῶς ἐνίκησεν. Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς 3, 9, 1 τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά- μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς 4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H 24 αὐτοῦ H. τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ- λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου κατὰ κράτος ἐνίκησεν. 5,3,5 Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν· ῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ- κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων. 6. Φίλων δοκίμασις. 1, 40, 1 Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ- τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί- θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο. 5, 2, 12 Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα- θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα- γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα- φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν εὑρὼν κατέλαβεν. 14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui. Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ 4, 3, 19 τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη· ῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ- ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν, αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς τὰ ἑκάστου διαβούλια ἔμαθεν.