<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="49"><lb n="10"/><head>49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.</head><note type="marginal">4,2,8</note><p>Ὅτι Φίλιππος βουλόμενος ἀπατῆσαι τοὺς πολεμίονς <lb n="1"/>
καταλιπεῖν τὰς φυλακὰς τῶν ἀποτόμων ὀρῶν ἐπιστολὴν πε-
πλασμένην κρατηθῆναι τοῖς πολεμίοις ἐποίησεν ὡς πρός τινα
τῶν αὐτοῦ στρατηγῶν περιέχουσαν, ὡς μέλλοι τὴν ἀνάζευξιν
<lb n="15"/> ποιεῖσθαι διὰ τὸ τοὺς Θρᾷκας νεωτερίζειν αὐτῷ,  ὅπως καὶ
αὐτὸς προϋπαντήσοι. ταύτης οὖν κρατηθείσης παρὰ τῶν
πολεμίων εἶτα καὶ αὐτὸς σχηματισάμενος τὴν ἀνάζευξιν
ἔπεισεν αὐτοὺς καταλιπόντας τὰς φυλακὰς ἀμελεῖν· αὐτὸς
δὲ λαθὼν κατέλαβεν τὰς δυσδιεξόδους καὶ οὕτως διέβη
<lb n="20"/> ἀκωλύτως.</p><note type="marginal">4, 3, 11</note><p>Ὅτι καὶ ἀμαξῶν καταφερομένων σύσκουτα ποιήσας <lb n="2"/>
Ἀλέξανδρος ἠδυνήθη ἐπελθεῖν τοῖς πολεμίοις ἐξ ὑπερδεξίου
ἱσταμένοις.</p></div><div type="textpart" subtype="section" n="50"><head>50. Περὶ ἀποσκευῆς.</head><note type="marginal">4,3,10</note><p>Ὅτι Ἀλέξανδρος ὁρῶν τοὺς οἰκείους μὴ προθυμουμέ- <lb n="1"/>
<lb n="26"/> νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ
τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά-
ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ
πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον.</p><note type="footnote">5 διαπεράσει et ἀντιστρατοπεδεύσει H || 14 αὐτοῦ H || 27
στρατείας] ὑστεραίας Η.</note><pb n="490"/><lb n="2"/><p>Ὅτι Ἀντίγονος ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- <note type="marginal">4, 6, 12</note>
ξιν οὐκ ὀχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ
στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ ἔλαβεν.</p><lb n="3"/><p>Ὅτι ὁ αὐτὸς Εὐμένει παρατάσσων, ἐπειδὴ εἶδεν τοὺς <note type="marginal">4, 6, 13</note>
τοῦ Εὐμένους πολλὴν ἀποσκευὴν ἔχοντας, τοῦ πολέμου συγ- <lb n="5"/>
κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο-
στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες
δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον
συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν
ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί- <lb n="10"/>
γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ-
κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν
Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.</p></div></div></body></text></TEI>