<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="45"><head>45. Περὶ διώξεων.</head><lb n="1"/><p>Ὅτι Λυκοῦργος προσέτασσε τοῖς Λάκωσι τοὺς πολε- <note type="marginal">1, 16, 3</note>
μίους φεύγοντας μὴ φονεύειν, ἵνα τὸ φεύγειν ἡγῶνται τοῦ
μένειν λυσιτελέστερον.</p><lb n="2"/><p>Ὅτι Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον δι- <note type="marginal">2,1,4</note>
δόναι παρήγγειλεν.</p><lb n="15"/><lb n="3"/><p>Ὅτι Ἰφικράτης τοὺς πολεμίους εἰς φυγὴν τρεψάμενος <note type="marginal">3,9,2</note>
παρήγγειλε [ἐν] ποταμῶν διαβάσεσι καὶ τόποις στενοῖς καὶ
τάφροις ταύτῃ μάλιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ,
ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι. καὶ ὅτι τῶν
τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες <lb n="20"/>
ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν.</p></div><div type="textpart" subtype="section" n="46"><head>46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας.</head><lb n="1"/><p>[Ὅτι Βρασίδας] ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν <note type="marginal">1,38,5</note>
οὐραγίαν τῶν πολειμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν
μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, <lb n="25"/>
ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐρα-
γίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.</p><lb n="2"/><p>Ὅτι Ξενορῶν τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπί- <note type="marginal">1,49,2</note>
<note type="footnote">2 Γαβηνῖται H || 6 τὸν παῖδα H || 12 ἡγοῦνται H || 17 ἐν
om. H || 23 (ὅτι Βρασίδας] inserui.</note>

<pb n="485"/>
κειμένων τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα
σκευοφόρα, λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐρα-
γίας ἱππεῖς, ἀκοντιστὰς, πελταστὰς, οἳ τοὺς προσπίπτοντας
τῶν βαρβάρων ἀπεκρούοντο.</p><note type="marginal">2,2,2</note><p>Ὅτι Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν <lb n="3"/>
<lb n="6"/> Ἑλλήνων [ἐστρατοπέδευεν ἐν κώμῃ] τροφὴν ἄφθονον ἐχούσῃ.
Τισσαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς
Ἔλληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέαρχος ὑπεκρίνετο
προσίεσθαι τοὺς λόγους, ὅπως Τισσαφέρνης ἐλπίδι σπονδῶν
<lb n="10"/> ἐς τὰς κώμας διαπέμψειεν τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν
δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν, ὁ δὲ
νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέ-
ραν ὅλην καὶ νύκτα Τισσαφέρνου βραδέως τοὺς διαλυθέντας
συναγαγόντος.</p><note type="marginal">3,9,18</note><p>Ὅτι Ἰφικράτης πολενμίους ἔγγυθεν ἐπικειμένους λαθεῖν <lb n="4"/>
<lb n="16"/> βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ
δένδρα, περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη,
δόρατα, ὡς ἂν οἱ πολέμιοι φαντασίαν ἔχοιεν μενόντων, αὐτὸς
δὲ ἀσφαλῶς ἀναζεύξοι.</p><note type="marginal">3,11,4</note><p>Ὅτι Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν τοὺς εὐρώ- <lb n="5"/>
<lb n="21"/> στους οὐραγεῖν προσέταξεν διὰ τὸ τοὺς πολεμίους ἐπικεῖσθαι.</p><note type="marginal">3,11,15</note><p>Ὅτι ὁ αὐτὸς ἐπικειμένων αὐτῷ πολεμίων, ὧν Ἀγησί- <lb n="6"/>
λαος ἦρχεν, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν,
τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώ-
<lb n="25"/> τατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε στα-
δίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα
πυρὰ καίειν διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν τὰ μὲν
ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν
κατὰ τὸ ὄπιθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνε-
<lb n="30"/> χώρησαν, οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς
τῶν ὑποζυγίων ἀκούοντες ὑπὸ τὴν ἕω διασκευασάμενοι πρὸς
<note type="footnote">5 Γύρου πταίσας H || 6 [ἐστρατοπέδευεν ἐν κώμῃ] inserui ||
8 αὐτῶν H || 15 ἔνδοθεν H || 17 κάρφη H.</note>

<pb n="486"/>
μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσῆγον. ἐπεὶ δὲ ἐγγὺς
γενόμενοι κενὸν τὸ στρατόπεδον εἶδον, ἐβόησεν Ἀγησίλαος·
῾ἄριστός γε στρατηγὸς Χαβρίας.</p><lb n="7"/><p>Ὅτι Χάρης ἀπῆγεν στρατόπεδον ἐκ Θρᾳκης· ἐπέκειντο <note type="marginal">3, 14, 3</note>
οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμενος ἀπο- <lb n="5"/>
σπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον
συνιδὼν ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ
συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἱππέων ἐκέλευσε περιιππευσα-
μένους τὴν ταχίστην γενομένους ὄπιθεν τῶν πολεμίων τὸ
πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμαναν, οἱ δὲ Θρᾷκες ἐνέδραν <lb n="10"/>
εἶναι νομίσαντες τὴν τάξιν λύσαντες ἔφυγον. Χάρης δὲ
ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.</p><lb n="8"/><p>Ὅτι Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, <note type="marginal">4, 2, 13</note>
ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σηγμήνῃ, τοῖς μὲν οὐραγοῦσι
προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοῖς <lb n="15"/>
μὲν πολεμίοις ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλα-
βεῖν τῆς ὁδοῦ παράσχοι.</p><lb n="9"/><p>Ὅτι ὁ αὐτὸς τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυ- <note type="marginal">4, 2, 14</note>
λασσόντων — ἦν δὲ στενὸς αὐχὴν ὄρους — οὐκ ἐπὶ τοῦτον
ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις <lb n="20"/>
πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπομένοντες ὁρᾶν
τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Ρίλιπ-
πος ὑποστρέψας διὰ τοῦ ὄρους ἀνεχώρησεν.</p><lb n="10"/><p>Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχώροις ἀποκλει- <note type="marginal">deeat in Polyaeni codicibus</note>
σθεὶς τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγὼν
καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν <lb n="26"/>
ἐνεβίβασεν. διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς
φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.</p><lb n="11"/><p>Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, <note type="marginal">deeat in Polyaeni codicibus</note>
ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν
ἀνάζευξιν. ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.</p><lb n="31"/><note type="footnote">3 γε] τε H || 16 ἐπιστήσει H || 25 φυλασσομένων H.</note></div><div type="textpart" subtype="section" n="47"><pb n="487"/><head>47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.</head><note type="marginal">1,38,2</note><p>Ὅτι Βρασίδας ὑπὸ πολεμίων ἐν κορυφαῖς ὄρους ἀπο- <lb n="1"/>
κλεισθεὶς, ἐπειδὴ περιτείχισμα οἱ πολέμιοι ἐποίουν εἰς τὸ
τελείως αὐτούς ἀφανίσαι, τῶν στρατιωτῶν αὐτῷ καταγογγυ-
<lb n="5"/> ζόντων αὐτὸς ἔφη τὸν καιρὸν εἰδέναι τῆς μάχης. ἡνίκα
δὲ ἐθεάσατο ἤδη μέλλοντας ἐναποκλείειν τὸ περιτείχισμα,
τοῦτον ἔφη τὸν καιρὸν εἶναι, ὡς κατὰ νώτου μὴ δυναμένων
τῶν πολεμίων ἐπιτίθεσθαι, ἀλλὰ καὶ τὸ πλῆθος αὐτῶν ἀχρη-
στότερον τῷ περιτειχίσματι γενέσθαι.</p><note type="marginal">1, 48, 4</note><p>Ὅτι Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λακε- <lb n="2"/>
<lb n="11"/> δαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν,
λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν, κατασπάσας δύο
τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πλη-
ρωμάτων ἐρέτας ἐμβιβάσας ἑσπέρας προϊούσης θεασάμενος
<lb n="15"/> τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ἀφῆκε
τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵνʼ
εἰ καὶ θάτερον ἁλίσκοιτο, θἄτερον γοῦν σωθῆναι δυνηθῇ.
ἄμφω δʼ ἐσώθη τῶν πολεμίων κατὰ τὴν ἀσχολίαν διῶξαι
βραδυνάντων.</p><note type="marginal">?</note><p>Ὅτι τοῦτο ποιεῖ καὶ ἐάν τις τὴν ἀποσκευὴν πρὸς ἕτερον <lb n="3"/>
<lb n="21"/> τόπον σκήψηται ἀποστεῖλαι, ὡς ἂν τοῦτο μαθόντες οἱ πολέ-
<note type="marginal">cf.2,1,12</note> μιοι ἐκεῖσε τὴν φυλακὴν μετατρέπωσιν. ἀλλὰ καὶ ἡνίκα τις
ἴδῃ προκατειλημμένας τὰς διεξόδους, σχηματίσηται ὡς πρὸς
τὴν πόλιν τῶν ἐναντίων καὶ τὰς χώρας χωρεῖν, ὡς ἂν οἱ
<lb n="25"/> πολέμιοι φόβῳ τῶν ἰδίων ἀπολίποιεν τὰς διεξόδους.</p><note type="marginal">3, 9, 5</note><p>Ὅτι τοῦτο ποιεῖ, ἡνίκα τις ἀποκεκλεισμένος σαλπιγκτὰς <lb n="4"/>
ἀποστείλας ὑπὲρ νώτου τῶν πολεμίων σαλπίσαι παραγγείλῃ,
ὡς ἂν ἐκεῖσε τραπέντες οἱ πολέμιοι τὴν φυλακὴν ἀπολίποιεν.</p><note type="marginal">3, 9, 6</note><p>Ἀλλὰ καὶ εἴ τις τάραχον κατὰ θάτερον μέρος ποιήσῃ, <lb n="5"/>
<lb n="30"/> ὡς ἂν δόξαντες οἱ πολέμιοι ἐκεῖσε αὐτοὺς ἀναχωρεῖν αὐτόθι
χωρήσωσιν καταλιπόντες τὴν φυλακήν.</p><note type="footnote">29 ποιήσει H.</note><pb n="488"/><lb n="6"/><p>Ἀλλὰ καὶ εἴ τις ξύλα ξηρὰ ὑποθλήσας ἐπιθήσῃ τούτοις <note type="marginal">3,9,7</note>
χλωρὰ καὶ ὑφάψει, ὡς ἂν ὁμιχλώδης ὁ ἀὴρ γενόμενος ἐπι-
σκοτίζοιντο οἱ πολέμιοι.</p></div><div type="textpart" subtype="section" n="48"><head>48. Ποταμῶν διαβάσεις.</head><lb n="1"/><p>[Ὅτι] τοῦτο ποιεῖ, ἡνίκα τις ἑτέρωθι ἀπόμοιραν ἀπο- <note type="marginal">1, 49, 4</note>
στείλας προτρέψηται τὸν πόρον ποιῆσαι, αὐτὸς δὲ κατὰ στόμα <lb n="6"/>
βιάζοιτο, ὡς ἂν τῶν πεμφθέντων διαβάντων τοὺς ἀντι-
καθημένους τροπώσωνται.</p><lb n="2"/><p>Ἀλλὰ καὶ ἡνίκα τις φημίσῃ, ὡς χρησμός ἐστι τὸν πρό- <note type="marginal">2, 1, 27</note>
τερον περάσαντα τροπωθπηναι.</p><lb n="10"/><lb n="3"/><p>Ὅτι, ἡνίκα τις ποταμὸν μέλλοι περᾶν, προοφείλει ἡγεῖ- <note type="marginal">2,2,1</note>
σθαι τὸν μέχρις ὀμφαλοῦ πόρον ὑπὲρ τὸν [ποταμὸν], ὡς ἂν
τῷ ὕδατι τὸ πλέον παραφυλάττοιτο τοῦ σώματος ἀλώβητον
ἐκ τῶν βελῶν τῶν ὑπεναντίων, τὸ δὲ ἄλλο ἐκ τῆς ἀσπίδος.</p><lb n="4"/><p>Ἀλλὰ καὶ ἡνίκα τις ὁμιχλώδη ποιήσῃ τὸν ἀέρα ὑπο- <note type="marginal">2,3,13</note>
θεὶς ξύλα ξηρὰ χλωροῖς καὶ ὑποκαύσας, ὡς ἂν μὴ ὡρᾶται <lb n="16"/>
ὁ ἀὴρ, ἕως ἂν διαπεράσωσιν.</p><lb n="5"/><p>Ἀλλὰ καὶ ἡνίκα τις ἐπικειμένων πολεμίων μέλλων περᾶν <note type="marginal">2, 4, 2</note>
ἀκινδύνως ὕλην συλλέξας ἐμπρήσῃ καὶ κωλύσῃ διὰ τούτων
τὴν ὁρμὴν αὐτῶν, αὐτὸς δὲ ἀκινδύνως διαβῇ.</p><lb n="6"/><p>Ῥευματώδους ποταμοῦ χρηματίζοντος χρὴ τοὺς εὐρώ- <note type="marginal">4, 7, 12</note>
στους ἔχοντας ἱππεῖς ἐς τετραφαλαγγίαν προτάξαι καὶ ὑπερ-
άνω περᾶν κελεῦσαι, τοὺς ἀδυνάτους δὲ καὶ πεζοὺς κάτω-
θεν, ὡς ἂν τὸ πολὺ ῥεῦμα ἐκεῖθεν κωλύοιτο.</p><lb n="7"/><p>Ἀλλὰ καὶ ἡνίκα τις ἀμάξας συζεύξας σανιδώσῃ καὶ ἄνω <note type="marginal">7, 21, 3</note>
καὶ ὑποκάτω καὶ πάλιν ἐν αὐταῖς ἄλλας ὑπερθήσῃ, δύναται <lb n="26"/>
γεφυρῶσαι καὶ διαπεράσαι δηλονότι σχοινίοις αὐτὰς ἐφελκό-
μενος παρά τινων μετὰ εὐρώστων ἵππων προπερασάντων.</p><lb n="8"/><p>Ἀλλὰ καὶ ἡνίκα τις ἀντιστρατοπεδευόντων πολεμίων <note type="marginal">7, 21, 6</note>
<note type="footnote">1 ἐπιθήσει H || τούτοις χλωρὰ] ταῦτα χλωροῖς H || 5 [ὅτι]
inserui || 12 post τὸν lacuna in H || 15 ποιήσει H ||  18 μέλλει H ||
28 ἱππέων H.</note>

<pb n="489"/>
τὰς μεγίστας σκηνὰς προστήσῃ καὶ ἀπατήσῃ τοὺς ὑπεναν-
τίους, ὡς χάρακα βάλλοι, ἵνα κἀκεῖνοι τὰ ὅμοια ποιῆσαι
πεισθῶσιν, αὐτὸς δὲ παρεσκευασμένην ὀπίσω παραφυλάξῃ
τὴν δύναμιν, τῶν πολεμίων δὲ ἀνετοίμων ὄντων αὐτὸς ἕτοι-
<lb n="5"/> μος διαπεράσῃ ἢ χρόνον ἐπὶ συχνὸν ἀντιστρατοπεδεύσῃ ὡς
ἀπορῶν δῆθεν πορείας· ἡνίκα δὲ ἴδῃ καταμελήσαντας τοὺς
πολεμίους, τότε ἀπόμοιραν στρατοῦ πρὸς ἕτερον πόρον ἀπο-
στείλας αὐτὸς ἀνιπαρακάθηται, ἕως ἂν κατὰ νώτου αὐτῶν
γένωνται.</p></div><div type="textpart" subtype="section" n="49"><lb n="10"/><head>49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.</head><note type="marginal">4,2,8</note><p>Ὅτι Φίλιππος βουλόμενος ἀπατῆσαι τοὺς πολεμίονς <lb n="1"/>
καταλιπεῖν τὰς φυλακὰς τῶν ἀποτόμων ὀρῶν ἐπιστολὴν πε-
πλασμένην κρατηθῆναι τοῖς πολεμίοις ἐποίησεν ὡς πρός τινα
τῶν αὐτοῦ στρατηγῶν περιέχουσαν, ὡς μέλλοι τὴν ἀνάζευξιν
<lb n="15"/> ποιεῖσθαι διὰ τὸ τοὺς Θρᾷκας νεωτερίζειν αὐτῷ,  ὅπως καὶ
αὐτὸς προϋπαντήσοι. ταύτης οὖν κρατηθείσης παρὰ τῶν
πολεμίων εἶτα καὶ αὐτὸς σχηματισάμενος τὴν ἀνάζευξιν
ἔπεισεν αὐτοὺς καταλιπόντας τὰς φυλακὰς ἀμελεῖν· αὐτὸς
δὲ λαθὼν κατέλαβεν τὰς δυσδιεξόδους καὶ οὕτως διέβη
<lb n="20"/> ἀκωλύτως.</p><note type="marginal">4, 3, 11</note><p>Ὅτι καὶ ἀμαξῶν καταφερομένων σύσκουτα ποιήσας <lb n="2"/>
Ἀλέξανδρος ἠδυνήθη ἐπελθεῖν τοῖς πολεμίοις ἐξ ὑπερδεξίου
ἱσταμένοις.</p></div></div></body></text></TEI>