43. Περὶ ὁμήρων. Ὅτι Ἀντίγονος μισθωσάμενος Γαλάτας ὑπέσχετο ἀνὰ 4, 6, 17 ταλάντου δώσειν ἑνὸς ὅμηρα δοὺς αὐτοῖς τῶν οἰκείων τινὰς εὐγενῶν, ἐπεὶ δὲ ἐγένετο ἡ μάχη, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. αὐτὸς (μὲν) τοῖς μὲν ὁπλίταις ἐδίδου, παρορᾷ δὲ τοὺς ἀόπλους. ἐπικειμένων δὲ ἐκείνων καὶ ζητούντων καὶ τὸ τῶν ἀόπλων τάλαντον, ἐπειδὴ οὐκ ἐδίδου, ἠπείλουν τοῖς ὁμήροις θάνατον. Ἀντίγονος δείσας περὶ τῶν ὁμήρων πρε- σβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσιν δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οὓς ἐλθόντας λαβὼν οὐ πρότερον ἀφῆκεν, πρὶν τοὺς ἰδίους ἀπέλαβεν. Ὅτι Πόρκιος Ῥωμαίων στρατηγὸς ἐνέβαλεν εἰς τὴν 8,17 Ἰβήρων ἐκ δὲ τῶν πόλεων ἀπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντες αὐτῷ τε καὶ Ῥωμαίοις· ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκεν κε- λεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς 3 ἀναστρέψει H || 6 εἶεν] οἱ ἐν H || 11 αὐτοὺς H || τότε αὐτοῦ H || 14 Ἀντίγων H || 17 (μὲν) seclusi || τοὺς μὲν ὁπλίτας H || παρόρα H. πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γε- γραμμένα κατασκάψασθαι τὰ τείχη σήμερον. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμ- ψασθαι, ἀλλὰ φοβούμενοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, ὁμοῦ πάντες Ἴβηρες τὰ οἰκεῖα τείχη τῶν πόλεων κατέσκαψαν ἐν μιᾷ ἡμέρᾳ. 44. Περὶ αὐτομόλων. 3,9,57 [Ὅτι Ἰφικράτης] δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψεν πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων, παρακαλῶν μεμνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηναίων συμμα- χίαν προσδέχοιντο, εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύλακες ἐκόμισαν τὰ γράμ- ματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους, οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες. 7,28,2 Ὅτι Ἀρσάμης συμβαλεῖν μάχην μέλλων τοῖς ἐκ βασι- λέως ἐπʼ αὐτὸν ἥκουσιν, ἐπειδὴ τὸν ἑαυτοῦ ἵππαρχον ἔγνω συνθέμενον τοῖς πολεμίοις εἰς τὴν συμβολὴν τοῦ πολέμου μετὰ πεντακοσίων αὐτομολήσειν, τοῦτον ἀνακρίνας τῆς ἀρχῆς διεδέξατο, μετὰ καὶ τοὺς ὑπʼ αὐτόν· ἄλλους δὲ πιστοὺς μετά τινος οἰκείου τὴν τοῦ ἱππάρχου στολὴν ἐμβαλὼν ἀπέστειλεν προστάξας συνθέσθαι τοῖς πολεμίοις καὶ κατὰ νώτου αὐτῶν γενέσθαι. καὶ οὕτως αὐτοὺς κατὰ κράτος ἐνίκησεν. 8,6 Ὅτι Ταρκύνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ καὶ μὴ δυνάμενος ἑλεῖν τὸν ἑαυτοῦ παῖδα Σέξτον πληγαῖς αἰκι- σάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκι- σμένον ἰδόντες, ἐδέξαντο ἐν τῇ πόλει καὶ μεγάλα ἐπαγγειλά- μενον κατὰ τοῦ πατρὸς, ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. 8 [ὅτι Ἰφικράτης] inserui || 25 Γαβηνίους H || 27 αἰκισ- μένον H. ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμ- βανεν, μάχας ἐνίκα πολλὰς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπέφηναν. ὁ δὲ ἄγγελον κρύφα πέμψας τῷ πατρὶ ἤρετο, τί δρᾶν κελεύοι. Ταρκύνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον· φράζε μου τῷ παιδὶ τοῦτο δράσαι.᾿  ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξτος τοὺς προὔχοντας τῶν Γαβίων διαφθείρας οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθέ- νειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκεν Ῥωμαίοις. 45. Περὶ διώξεων. Ὅτι Λυκοῦργος προσέτασσε τοῖς Λάκωσι τοὺς πολε- 1, 16, 3 μίους φεύγοντας μὴ φονεύειν, ἵνα τὸ φεύγειν ἡγῶνται τοῦ μένειν λυσιτελέστερον. Ὅτι Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον δι- 2,1,4 δόναι παρήγγειλεν. Ὅτι Ἰφικράτης τοὺς πολεμίους εἰς φυγὴν τρεψάμενος 3,9,2 παρήγγειλε [ἐν] ποταμῶν διαβάσεσι καὶ τόποις στενοῖς καὶ τάφροις ταύτῃ μάλιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι. καὶ ὅτι τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν. 46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας. [Ὅτι Βρασίδας] ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν 1,38,5 οὐραγίαν τῶν πολειμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐρα- γίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν. Ὅτι Ξενορῶν τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπί- 1,49,2 2 Γαβηνῖται H || 6 τὸν παῖδα H || 12 ἡγοῦνται H || 17 ἐν om. H || 23 (ὅτι Βρασίδας] inserui. κειμένων τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα, λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐρα- γίας ἱππεῖς, ἀκοντιστὰς, πελταστὰς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο. 2,2,2 Ὅτι Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων [ἐστρατοπέδευεν ἐν κώμῃ] τροφὴν ἄφθονον ἐχούσῃ. Τισσαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς Ἔλληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέαρχος ὑπεκρίνετο προσίεσθαι τοὺς λόγους, ὅπως Τισσαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειεν τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν, ὁ δὲ νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέ- ραν ὅλην καὶ νύκτα Τισσαφέρνου βραδέως τοὺς διαλυθέντας συναγαγόντος. 3,9,18 Ὅτι Ἰφικράτης πολενμίους ἔγγυθεν ἐπικειμένους λαθεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα, περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα, ὡς ἂν οἱ πολέμιοι φαντασίαν ἔχοιεν μενόντων, αὐτὸς δὲ ἀσφαλῶς ἀναζεύξοι. 3,11,4 Ὅτι Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν τοὺς εὐρώ- στους οὐραγεῖν προσέταξεν διὰ τὸ τοὺς πολεμίους ἐπικεῖσθαι. 3,11,15 Ὅτι ὁ αὐτὸς ἐπικειμένων αὐτῷ πολεμίων, ὧν Ἀγησί- λαος ἦρχεν, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώ- τατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε στα- δίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καίειν διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπιθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνε- χώρησαν, οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες ὑπὸ τὴν ἕω διασκευασάμενοι πρὸς 5 Γύρου πταίσας H || 6 [ἐστρατοπέδευεν ἐν κώμῃ] inserui || 8 αὐτῶν H || 15 ἔνδοθεν H || 17 κάρφη H. μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπεδον εἶδον, ἐβόησεν Ἀγησίλαος· ῾ἄριστός γε στρατηγὸς Χαβρίας. Ὅτι Χάρης ἀπῆγεν στρατόπεδον ἐκ Θρᾳκης· ἐπέκειντο 3, 14, 3 οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμενος ἀπο- σπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἱππέων ἐκέλευσε περιιππευσα- μένους τὴν ταχίστην γενομένους ὄπιθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμαναν, οἱ δὲ Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες ἔφυγον. Χάρης δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο. Ὅτι Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, 4, 2, 13 ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σηγμήνῃ, τοῖς μὲν οὐραγοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοῖς μὲν πολεμίοις ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλα- βεῖν τῆς ὁδοῦ παράσχοι. Ὅτι ὁ αὐτὸς τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυ- 4, 2, 14 λασσόντων — ἦν δὲ στενὸς αὐχὴν ὄρους — οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπομένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Ρίλιπ- πος ὑποστρέψας διὰ τοῦ ὄρους ἀνεχώρησεν. Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχώροις ἀποκλει- deeat in Polyaeni codicibus σθεὶς τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγὼν καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν. διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν. Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, deeat in Polyaeni codicibus ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνάζευξιν. ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι. 3 γε] τε H || 16 ἐπιστήσει H || 25 φυλασσομένων H.