<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="41"><head>41. Περὶ ψευδοπροδοτῶν.</head><note type="marginal">2,26</note><p>Ὅτι Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν <lb n="1"/>
ἐφόρων προποιητῶς αὐτομολῆσαι πρὸς τοὺς Τεγεάτας ὑπε-
κρίνατο, οἳ καὶ προσεδέξαντο αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας
<note type="footnote">3 Ξενίαν proposuit Roth ; Θεννίαν hic et infra H ||
προσελθούσης H || 12 αὐτοῦ H || 17 Φειδηναίοις et 23 Φειδη-
ναίους H || 24 τάξει H || 27 Λάκωνι H | χρήματα H.</note>

<pb n="480"/>
ἔχοντα. τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστο-
κλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν
μέλλοντα προσπεσὼν ἀπέκτεινεν.</p><lb n="2"/><p>Ὅτι καὶ Ἡρακλείδης ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ ὡς <note type="marginal">5, 17, 2</note>
μόνος καταπρήσειν τὸ Ῥόδιον ναυτικόν. καὶ δὴ τότε στρα- <lb n="5"/>
τηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα ἀδικίας
ἔχων καὶ τῷ βωμῷ προσέφυγεν ἱκετεύων τυχεῖν σωτηρίας καὶ
παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος, ὥστε καὶ ἦσαν τῶν
Μακεδόνων τινὲς, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ
δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων· ἱκέτης <lb n="10"/>
ἦλθον προπηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον
πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ
ἐπιστολὰς δεικνύω Φιλίππου γεγραμμένας πρὸς Κρῆτας, ἐν
αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι
ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς <lb n="15"/>
δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι. ὁ
δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥδίων
κατέπρησεν. καὶ παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη καὶ
διέβη εἰς Μακεδονίαν.</p><lb n="3"/><p>Ὅτι Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι <note type="marginal">6, 16, 5</note>
ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περισπάσαι <lb n="21"/>
πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ
πρὸς τὸν Ῥωμαίων στρατηγὸν ἐλθόντες ὑπέσχοντο Λιπάραν
τὴν νῆσον τὴν προκεινμένην Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν
δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν εἰς <lb n="25"/>
Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊ-
κῶν νεῶν κατὰ κράτος ἐνίκησαν.</p><lb n="4"/><p>Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων <note type="marginal">deeat in Polyaeni codicibus</note>
στρατηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτὸν,
καθεὶς Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν <lb n="30"/>
τὸν Φλάκκον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν
<note type="footnote">13 ἐδείκνυτο H || 16 ὡς δὲ H || 17 παραλλάξαν H || 28 Ἀν-
δρονίαν H, sed infra Ἐρδονίαν.</note>

<pb n="481"/>
τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα
Καρχηδονίων.</p><note type="marginal">7,13</note><p>Ὅτι Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ, τὴν <lb n="5"/>
πόλιν ἑλεῖν οὐχ οἷός τε ὢν διὰ Ζωπύρου ταύτην παρέλαβεν.
<lb n="5"/> σατράπης γὰρ ὢν αὐτοῦ Ζώπυρος ἀκρωτηριάσας ἑαυτὸν ἧκεν
αὐτόμολος ὡς ταῦτα ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πι-
στεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν
ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας καὶ Δαρεῖος
κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο ἀπό-
<lb n="10"/> φθεγμα· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἔχειν ἠβουλόμην, ἐφʼ
τε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.</p></div><div type="textpart" subtype="section" n="42"><head>42. Περὶ αἰχμαλώτων.</head><note type="marginal">1,29,2</note><p>Ὅτι Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε ἐλάμβανέν τινας <lb n="1"/>
αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου
<lb n="15"/> τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν
αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος
τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς
πολίταις γένοιντο.</p><note type="marginal">2,1,30</note><p>Ὅτι Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγεν πολλὴν τῶν <lb n="2"/>
<lb n="20"/> βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ
ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς
μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω-
ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.</p><note type="marginal">2,1,32</note><p>Ὅτι ὁ αὐτὸς τοὺς ἐνδόξους λαμβάνων αἰχμαλώτους ἄνευ <lb n="3"/>
<lb n="25"/> λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.</p><note type="marginal">6,10,1</note><p>Ὅτι Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους· ἐπεὶ δὲ <lb n="4"/>
εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες
ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας
ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα-
<lb n="30"/> ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.</p><note type="footnote">11 ὅτι H || 16 τῶν πολιτῶν H || 22 προκείμενοι H</note><pb n="482"/><lb n="5"/><p>Ὅτι Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, <note type="marginal">8,12</note>
ἂν ἀφεθῇ, πεῖσαι τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον,
μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος εἰς Ῥώμην
τοὐναντίον ἔπεισε τὴν σύγκλητον, τότε δὴ καὶ μᾶλλον πολε-
μεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας <lb n="5"/>
αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν.
τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν
ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων
τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι
τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν <lb n="10"/>
αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην.
οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν.</p></div></div></body></text></TEI>