40. Περὶ προδοτῶν. Ὅτι καὶ κύνες ἀφέμενοι πολλάκις ἐλέγχουσι τοὺς προ- 2,25 δότας. Ὅτι Ἰφικράτης ἐν Χίῳ τοὺς λακωνίζοντας ἐλέγξαι 3,9,58 μενος ἐνίους τῶν τριηραρχῶν ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ᾿  ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακωνικῷ. οἱ μὲν οὖν λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον. ὁ δὲ κυκλωσάμενος αὐτοὺς καὶ τοὺς ἀπὸ τῆς 3 [ἐν| inserui || 7 ἐπὶ τὸ H || 10 περατωσουσι H || 16 νυκτὸς H || 26 βουλομένους H. πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν. deest in Polyaeni codicibus Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν. 7, 21, 7 Ὅτι Δατάμης ὁρῶν ἀπόμοιράν τινα τῶν αὑτοῦ ἱππέων τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε- μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι ἐνίκησαν. 8,5 Ὅτι Τύλλος ἦρχε ῾ Ρωμαίων παρατασσομένων Φιδηναίοις Ῥωμαίους προδόντες Ἀλβανοὶ περὶ τὸ λαιὸν κέρας ἐς τὰ ὄρη προεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγελλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό- μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ- γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες. 41. Περὶ ψευδοπροδοτῶν. 2,26 Ὅτι Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν ἐφόρων προποιητῶς αὐτομολῆσαι πρὸς τοὺς Τεγεάτας ὑπε- κρίνατο, οἳ καὶ προσεδέξαντο αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας 3 Ξενίαν proposuit Roth ; Θεννίαν hic et infra H || προσελθούσης H || 12 αὐτοῦ H || 17 Φειδηναίοις et 23 Φειδη- ναίους H || 24 τάξει H || 27 Λάκωνι H | χρήματα H. ἔχοντα. τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστο- κλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν. Ὅτι καὶ Ἡρακλείδης ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ ὡς 5, 17, 2 μόνος καταπρήσειν τὸ Ῥόδιον ναυτικόν. καὶ δὴ τότε στρα- τηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα ἀδικίας ἔχων καὶ τῷ βωμῷ προσέφυγεν ἱκετεύων τυχεῖν σωτηρίας καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος, ὥστε καὶ ἦσαν τῶν Μακεδόνων τινὲς, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων· ἱκέτης ἦλθον προπηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς δεικνύω Φιλίππου γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι. ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥδίων κατέπρησεν. καὶ παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη καὶ διέβη εἰς Μακεδονίαν. Ὅτι Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι 6, 16, 5 ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περισπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν ἐλθόντες ὑπέσχοντο Λιπάραν τὴν νῆσον τὴν προκεινμένην Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν εἰς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊ- κῶν νεῶν κατὰ κράτος ἐνίκησαν. Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων deeat in Polyaeni codicibus στρατηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτὸν, καθεὶς Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκκον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν 13 ἐδείκνυτο H || 16 ὡς δὲ H || 17 παραλλάξαν H || 28 Ἀν- δρονίαν H, sed infra Ἐρδονίαν. τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων. 7,13 Ὅτι Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ, τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ὢν διὰ Ζωπύρου ταύτην παρέλαβεν. σατράπης γὰρ ὢν αὐτοῦ Ζώπυρος ἀκρωτηριάσας ἑαυτὸν ἧκεν αὐτόμολος ὡς ταῦτα ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πι- στεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο ἀπό- φθεγμα· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἔχειν ἠβουλόμην, ἐφʼ τε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον. 42. Περὶ αἰχμαλώτων. 1,29,2 Ὅτι Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε ἐλάμβανέν τινας αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς πολίταις γένοιντο. 2,1,30 Ὅτι Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγεν πολλὴν τῶν βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω- ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη. 2,1,32 Ὅτι ὁ αὐτὸς τοὺς ἐνδόξους λαμβάνων αἰχμαλώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις. 6,10,1 Ὅτι Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους· ἐπεὶ δὲ εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα- ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν. 11 ὅτι H || 16 τῶν πολιτῶν H || 22 προκείμενοι H Ὅτι Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, 8,12 ἂν ἀφεθῇ, πεῖσαι τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος εἰς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον, τότε δὴ καὶ μᾶλλον πολε- μεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν. 43. Περὶ ὁμήρων. Ὅτι Ἀντίγονος μισθωσάμενος Γαλάτας ὑπέσχετο ἀνὰ 4, 6, 17 ταλάντου δώσειν ἑνὸς ὅμηρα δοὺς αὐτοῖς τῶν οἰκείων τινὰς εὐγενῶν, ἐπεὶ δὲ ἐγένετο ἡ μάχη, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. αὐτὸς (μὲν) τοῖς μὲν ὁπλίταις ἐδίδου, παρορᾷ δὲ τοὺς ἀόπλους. ἐπικειμένων δὲ ἐκείνων καὶ ζητούντων καὶ τὸ τῶν ἀόπλων τάλαντον, ἐπειδὴ οὐκ ἐδίδου, ἠπείλουν τοῖς ὁμήροις θάνατον. Ἀντίγονος δείσας περὶ τῶν ὁμήρων πρε- σβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσιν δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οὓς ἐλθόντας λαβὼν οὐ πρότερον ἀφῆκεν, πρὶν τοὺς ἰδίους ἀπέλαβεν. Ὅτι Πόρκιος Ῥωμαίων στρατηγὸς ἐνέβαλεν εἰς τὴν 8,17 Ἰβήρων ἐκ δὲ τῶν πόλεων ἀπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντες αὐτῷ τε καὶ Ῥωμαίοις· ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκεν κε- λεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς 3 ἀναστρέψει H || 6 εἶεν] οἱ ἐν H || 11 αὐτοὺς H || τότε αὐτοῦ H || 14 Ἀντίγων H || 17 (μὲν) seclusi || τοὺς μὲν ὁπλίτας H || παρόρα H. πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γε- γραμμένα κατασκάψασθαι τὰ τείχη σήμερον. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμ- ψασθαι, ἀλλὰ φοβούμενοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, ὁμοῦ πάντες Ἴβηρες τὰ οἰκεῖα τείχη τῶν πόλεων κατέσκαψαν ἐν μιᾷ ἡμέρᾳ. 44. Περὶ αὐτομόλων. 3,9,57 [Ὅτι Ἰφικράτης] δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψεν πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων, παρακαλῶν μεμνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηναίων συμμα- χίαν προσδέχοιντο, εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύλακες ἐκόμισαν τὰ γράμ- ματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους, οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες. 7,28,2 Ὅτι Ἀρσάμης συμβαλεῖν μάχην μέλλων τοῖς ἐκ βασι- λέως ἐπʼ αὐτὸν ἥκουσιν, ἐπειδὴ τὸν ἑαυτοῦ ἵππαρχον ἔγνω συνθέμενον τοῖς πολεμίοις εἰς τὴν συμβολὴν τοῦ πολέμου μετὰ πεντακοσίων αὐτομολήσειν, τοῦτον ἀνακρίνας τῆς ἀρχῆς διεδέξατο, μετὰ καὶ τοὺς ὑπʼ αὐτόν· ἄλλους δὲ πιστοὺς μετά τινος οἰκείου τὴν τοῦ ἱππάρχου στολὴν ἐμβαλὼν ἀπέστειλεν προστάξας συνθέσθαι τοῖς πολεμίοις καὶ κατὰ νώτου αὐτῶν γενέσθαι. καὶ οὕτως αὐτοὺς κατὰ κράτος ἐνίκησεν. 8,6 Ὅτι Ταρκύνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ καὶ μὴ δυνάμενος ἑλεῖν τὸν ἑαυτοῦ παῖδα Σέξτον πληγαῖς αἰκι- σάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκι- σμένον ἰδόντες, ἐδέξαντο ἐν τῇ πόλει καὶ μεγάλα ἐπαγγειλά- μενον κατὰ τοῦ πατρὸς, ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. 8 [ὅτι Ἰφικράτης] inserui || 25 Γαβηνίους H || 27 αἰκισ- μένον H. ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμ- βανεν, μάχας ἐνίκα πολλὰς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπέφηναν. ὁ δὲ ἄγγελον κρύφα πέμψας τῷ πατρὶ ἤρετο, τί δρᾶν κελεύοι. Ταρκύνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον· φράζε μου τῷ παιδὶ τοῦτο δράσαι.᾿  ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξτος τοὺς προὔχοντας τῶν Γαβίων διαφθείρας οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθέ- νειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκεν Ῥωμαίοις.