39. Περὶ ὅρκων καὶ συνθηκῶν. 1,39,1 Ὅτι Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανό- μενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν φάσκων πάντα ποιήσειν τὰ προστασσόμενα καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατ- εστρατοπέδευσεν καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συνέπεμψεν τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀνα- χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας. 2,6 Ὅτι Δερκυλλίδας ὤμοσεν Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφʼ ᾧ τε προελθόντα ταχὺ καὶ ὁμιλήσαντα πάλιν εἰς τὴν πόλιν πέμψαι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθεν, Δερ- κυλλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύ- σειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ῾ ἀφίημί σε νῦν, ἔφη, εἰς τὴν πόλιν. τοῦτο γὰρ ὤμοσα. κἀγὼ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρχομαι. τοῦτο γὰρ ποιῆσαι οὐκ ὤμοσα.᾿ 2,19 Ὅτι Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρούραρχον ἔπεισεν ἐπὶ σύνθημα προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν εἰς τὸ φρούριον καταστήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινώνησεν, οἱ δὲ τοῦ φρουρίου φύλακες δια- λύσεως ἐλπίδας λαβόντες ῥᾳθυμότερον ἔσχον τὴν φρουράν. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος αἱροῦσι τὸ χωρίον. ὁ δὲ αὐτὸν εἰς τὸ φρούριον ἀγαγὼν πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν ἀναιρεθῆναι. 12 τῶν συνθησομένων H || τὸ τέως H || 15 Σκήψεως] Κίτεως H || 16 ἐφʼ ὅτε H || 28 Θιβροναῖοι H. Ὅτι Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο 6, 14 καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα [ἐν] κυκλῷ τοῦ τείχους ἐξελεῖν. τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον. ἐξ οὗ συνέβη κατενεχθῆναι τὸ τεῖχος. Ὅτι Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολεμίους 6, 15 ἐπὶ τῷ δοῦναι αὐτοῖς τὰ ἡμίση τῶν ὅπλων. οἱ δὲ κατα- τεμόντες τὰ ὅπλα ἐκέλευον αὐτοὺς τὰ ἡμίση λαμβάνειν. Ὅτι μελλόντων τινῶν συνθήκας ποιεῖν, συνεφώνουν 6, 53 τοιοῦτον, ὡς ἐπὶ τόσας ἡμέρας σκεψάμενοι παρατηρήσουσι τοὺς ὅρκους, τῶν πολεμίων δὲ ἐν πολλῇ ἀμελείᾳ διὰ τὰς τοιαύτας συνθήκας ὄντων, ἐπιόντες ἐν νυκτὶ ἐκεῖνοι πάντας αὐτῶν διέφθειραν. ἐγκαλούμενοι δὲ, ὡς παρέβησαν τὰς συνθήκας, εἶπον· οὐχὶ, ἡμέρας γὰρ συνεθέμεθα, ἀλλʼ οὐχὶ καὶ νύκτας. Ὅτι καὶ ἄλλος ποιῶν ὅρκους μετὰ τῶν πολεμίων ὀρύξας 7,34 λάκκον καὶ σκεπάσας αὐτὸν διὰ ξύλων καὶ γῆς ὀλίγης ἐκεῖσε ἐποίει τοὺς ὅρκους λέγων, ὡς φυλάξει τὰ ὀμωμοσμένα, ἕως ἂν ἐπὶ τὸ αὐτὸ σχῆμα μένῃ ἡ γῆ. τῶν πολεμίων δὲ πιστευ- σάντων αὐτὸς κατέλυσε τὴν τάφρον καὶ ἐπέθετο τοῖς πολε- μίοις ἀφυλάκτοις οὖσι καὶ πολλοὺς αὐτῶν διέφθειρεν. 40. Περὶ προδοτῶν. Ὅτι καὶ κύνες ἀφέμενοι πολλάκις ἐλέγχουσι τοὺς προ- 2,25 δότας. Ὅτι Ἰφικράτης ἐν Χίῳ τοὺς λακωνίζοντας ἐλέγξαι 3,9,58 μενος ἐνίους τῶν τριηραρχῶν ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ᾿  ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακωνικῷ. οἱ μὲν οὖν λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον. ὁ δὲ κυκλωσάμενος αὐτοὺς καὶ τοὺς ἀπὸ τῆς 3 [ἐν| inserui || 7 ἐπὶ τὸ H || 10 περατωσουσι H || 16 νυκτὸς H || 26 βουλομένους H. πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν. deest in Polyaeni codicibus Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν. 7, 21, 7 Ὅτι Δατάμης ὁρῶν ἀπόμοιράν τινα τῶν αὑτοῦ ἱππέων τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε- μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι ἐνίκησαν. 8,5 Ὅτι Τύλλος ἦρχε ῾ Ρωμαίων παρατασσομένων Φιδηναίοις Ῥωμαίους προδόντες Ἀλβανοὶ περὶ τὸ λαιὸν κέρας ἐς τὰ ὄρη προεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγελλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό- μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ- γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες. 41. Περὶ ψευδοπροδοτῶν. 2,26 Ὅτι Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν ἐφόρων προποιητῶς αὐτομολῆσαι πρὸς τοὺς Τεγεάτας ὑπε- κρίνατο, οἳ καὶ προσεδέξαντο αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας 3 Ξενίαν proposuit Roth ; Θεννίαν hic et infra H || προσελθούσης H || 12 αὐτοῦ H || 17 Φειδηναίοις et 23 Φειδη- ναίους H || 24 τάξει H || 27 Λάκωνι H | χρήματα H. ἔχοντα. τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστο- κλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν. Ὅτι καὶ Ἡρακλείδης ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ ὡς 5, 17, 2 μόνος καταπρήσειν τὸ Ῥόδιον ναυτικόν. καὶ δὴ τότε στρα- τηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα ἀδικίας ἔχων καὶ τῷ βωμῷ προσέφυγεν ἱκετεύων τυχεῖν σωτηρίας καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος, ὥστε καὶ ἦσαν τῶν Μακεδόνων τινὲς, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων· ἱκέτης ἦλθον προπηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς δεικνύω Φιλίππου γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι. ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥδίων κατέπρησεν. καὶ παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη καὶ διέβη εἰς Μακεδονίαν. Ὅτι Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι 6, 16, 5 ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περισπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν ἐλθόντες ὑπέσχοντο Λιπάραν τὴν νῆσον τὴν προκεινμένην Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν εἰς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊ- κῶν νεῶν κατὰ κράτος ἐνίκησαν. Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων deeat in Polyaeni codicibus στρατηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτὸν, καθεὶς Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκκον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν 13 ἐδείκνυτο H || 16 ὡς δὲ H || 17 παραλλάξαν H || 28 Ἀν- δρονίαν H, sed infra Ἐρδονίαν. τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων. 7,13 Ὅτι Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ, τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ὢν διὰ Ζωπύρου ταύτην παρέλαβεν. σατράπης γὰρ ὢν αὐτοῦ Ζώπυρος ἀκρωτηριάσας ἑαυτὸν ἧκεν αὐτόμολος ὡς ταῦτα ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πι- στεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο ἀπό- φθεγμα· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἔχειν ἠβουλόμην, ἐφʼ τε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.