<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="39"><head>39. Περὶ ὅρκων καὶ συνθηκῶν.</head><note type="marginal">1,39,1</note><p>Ὅτι Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανό- <lb n="1"/>
μενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν φάσκων πάντα ποιήσειν
τὰ προστασσόμενα καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα
<lb n="10"/> ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατ-
εστρατοπέδευσεν καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ
ἀπὸ Νικίου συνέπεμψεν τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως
Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀνα-
χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.</p><note type="marginal">2,6</note><p>Ὅτι Δερκυλλίδας ὤμοσεν Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή- <lb n="2"/>
<lb n="16"/> ψεως, ἐφʼ ᾧ τε προελθόντα ταχὺ καὶ ὁμιλήσαντα πάλιν εἰς
τὴν πόλιν πέμψαι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθεν, Δερ-
κυλλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύ-
σειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ῾ ἀφίημί
<lb n="20"/> σε νῦν, ἔφη, εἰς τὴν πόλιν. τοῦτο γὰρ ὤμοσα. κἀγὼ δὲ
μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρχομαι. τοῦτο γὰρ ποιῆσαι
οὐκ ὤμοσα.᾿</p><note type="marginal">2,19</note><p>Ὅτι Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρούραρχον <lb n="3"/>
ἔπεισεν ἐπὶ σύνθημα προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο,
<lb n="25"/> πάλιν αὐτὸν εἰς τὸ φρούριον καταστήσειν. ὁ μὲν προῆλθε
καὶ λόγων ἐκοινώνησεν, οἱ δὲ τοῦ φρουρίου φύλακες δια-
λύσεως ἐλπίδας λαβόντες ῥᾳθυμότερον ἔσχον τὴν φρουράν.
ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος
αἱροῦσι τὸ χωρίον. ὁ δὲ αὐτὸν εἰς τὸ φρούριον ἀγαγὼν
<lb n="30"/> πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν ἀναιρεθῆναι.</p><note type="footnote">12 τῶν συνθησομένων H || τὸ τέως H || 15 Σκήψεως] Κίτεως
H || 16 ἐφʼ ὅτε H || 28 Θιβροναῖοι H.</note><pb n="478"/><lb n="4"/><p>Ὅτι Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο <note type="marginal">6, 14</note>
καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο
ποιήσειν ἢ λίθον ἕνα [ἐν] κυκλῷ τοῦ τείχους ἐξελεῖν. τῶν
δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους
τῶν τειχῶν ἐξεῖλον. ἐξ οὗ συνέβη κατενεχθῆναι τὸ τεῖχος.</p><lb n="5"/><lb n="5"/><p>Ὅτι Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολεμίους <note type="marginal">6, 15</note>
ἐπὶ τῷ δοῦναι αὐτοῖς τὰ ἡμίση τῶν ὅπλων. οἱ δὲ κατα-
τεμόντες τὰ ὅπλα ἐκέλευον αὐτοὺς τὰ ἡμίση λαμβάνειν.</p><lb n="6"/><p>Ὅτι μελλόντων τινῶν συνθήκας ποιεῖν, συνεφώνουν <note type="marginal">6, 53</note>
τοιοῦτον, ὡς ἐπὶ τόσας ἡμέρας σκεψάμενοι παρατηρήσουσι <lb n="10"/>
τοὺς ὅρκους, τῶν πολεμίων δὲ ἐν πολλῇ ἀμελείᾳ διὰ τὰς
τοιαύτας συνθήκας ὄντων, ἐπιόντες ἐν νυκτὶ ἐκεῖνοι πάντας
αὐτῶν διέφθειραν. ἐγκαλούμενοι δὲ, ὡς παρέβησαν τὰς
συνθήκας, εἶπον· οὐχὶ, ἡμέρας γὰρ συνεθέμεθα, ἀλλʼ οὐχὶ <lb n="15"/>
καὶ νύκτας.</p><p>Ὅτι καὶ ἄλλος ποιῶν ὅρκους μετὰ τῶν πολεμίων ὀρύξας <note type="marginal">7,34</note>
λάκκον καὶ σκεπάσας αὐτὸν διὰ ξύλων καὶ γῆς ὀλίγης ἐκεῖσε
ἐποίει τοὺς ὅρκους λέγων, ὡς φυλάξει τὰ ὀμωμοσμένα, ἕως
ἂν ἐπὶ τὸ αὐτὸ σχῆμα μένῃ ἡ γῆ. τῶν πολεμίων δὲ πιστευ- <lb n="20"/>
σάντων αὐτὸς κατέλυσε τὴν τάφρον καὶ ἐπέθετο τοῖς πολε-
μίοις ἀφυλάκτοις οὖσι καὶ πολλοὺς αὐτῶν διέφθειρεν.</p></div><div type="textpart" subtype="section" n="40"><head>40. Περὶ προδοτῶν.</head><lb n="1"/><p>Ὅτι καὶ κύνες ἀφέμενοι πολλάκις ἐλέγχουσι τοὺς προ- <note type="marginal">2,25</note>
δότας.</p><lb n="25"/><lb n="2"/><p>Ὅτι Ἰφικράτης ἐν Χίῳ τοὺς λακωνίζοντας ἐλέγξαι <note type="marginal">3,9,58</note>
μενος ἐνίους τῶν τριηραρχῶν ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας
μεθ᾿  ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακωνικῷ. οἱ μὲν οὖν
λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα
κατέδραμον. ὁ δὲ κυκλωσάμενος αὐτοὺς καὶ τοὺς ἀπὸ τῆς <lb n="30"/>
<note type="footnote">3 [ἐν| inserui || 7 ἐπὶ τὸ H || 10 περατωσουσι H || 16 νυκτὸς
H || 26 βουλομένους H.</note>

<pb n="479"/>
πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους
Ἀθηναίοις ἔπεμψεν.</p><note type="marginal">deest in Polyaeni codicibus</note><p>Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως <lb n="3"/>
πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ
<lb n="5"/> διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα
ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ
τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι
συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης
προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ
<lb n="10"/> Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ
φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.</p><note type="marginal">7, 21, 7</note><p>Ὅτι Δατάμης ὁρῶν ἀπόμοιράν τινα τῶν αὑτοῦ ἱππέων <lb n="4"/>
τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς
αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε-
<lb n="15"/> μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι
ἐνίκησαν.</p><note type="marginal">8,5</note><p>Ὅτι Τύλλος ἦρχε ῾ Ρωμαίων παρατασσομένων Φιδηναίοις
Ῥωμαίους προδόντες Ἀλβανοὶ περὶ τὸ λαιὸν κέρας ἐς τὰ ὄρη
προεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγελλε
<lb n="20"/> τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν
σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό-
μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες
Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους
ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ-
<lb n="25"/> γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.</p></div></div></body></text></TEI>