<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="33"><pb n="472"/><head>33. Προσποίησις φυγῆς.</head><lb n="1"/><p>Ὅτι Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι <note type="marginal">5, 22, 1</note>
καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ τῶν Λακεδαιμονίων ἐχόν-
των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων
φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ <lb n="5"/>
τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχά-
των τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν,
ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν
τοὺς διώκοντας.</p><lb n="2"/><p>Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] deset in Polyaeni codicibus
θεασαμένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν
κρουσόμενος, νύκτωρ δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας <lb n="12"/>
τετρακισχιλίους διεγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν. οἱ
δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων
κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.</p></div><div type="textpart" subtype="section" n="34"><head>34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.</head><lb n="1"/><p>Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα <note type="marginal">7,15,4 cf.2,1,23 4,6,10</note>
τὸν στρατηγὸν ἀποκρύπτειν.</p><lb n="2"/><p>Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς <note type="marginal">2,1,15</note>
στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- <lb n="20"/>
τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ
συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε
συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος
ὁ δεσπότης ζητῆται.</p><lb n="3"/><p>Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- <note type="marginal">2, 3, 10</note>
τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες <lb n="26"/>
τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο.</p><note type="footnote">3 καταλειφθεὶς H || 10 [ἔχων τοῖς] θεασαμένοις Sittl; θεα-
σάμενος H||  12 καταχθεὶς εἰς τὴν στρ. H.</note></div><div type="textpart" subtype="section" n="35"><pb n="473"/><head>35. Προφυλακὴ ἐνέδρας.</head><note type="marginal">2,8</note><p>Ὅτι Ἀρξιλαΐδας ὁ Λάκων διερχόμενος μετὰ τοῦ στρα- <lb n="1"/>
τεύματος εἴσοδον ὕποπτον δυναμένην κρύψαι ἐνέδραν πολε-
μίων παρήγγειλε τῷ πλήθει, ὡς προεγνώκει προκαθημένην
<lb n="5"/> ἐνέδραν καὶ προσέταξε πάντας διεσκευασμένους πρὸς μάχην
διαβαίνειν πολεμήσοντας τὸν προκείμενον λόχον. ἐξ οὗ
συνέβη κατὰ τύχην εὑρεθῆναι λόχον μέγαν μὴ προορώμενον
τὴν τῶν πολεμίων παρασκευήν. οὓς ὡς προπαρασκευασμένος
ῥᾳδίως διέφθειρεν.</p><note type="marginal">2,37</note><p>Ὅτι ἐκ τοῦ ὁρᾶν ὄρνεις ὑπεριπταμένους καὶ μὴ ἐπὶ γῆς <lb n="2"/>
<lb n="11"/> ἱζάνοντας χρὴ συνιέναι, ὡς λόχος ἐγκέκρυπται ἐκεῖσε.</p><note type="marginal">3, 9, 24</note><p>Ὅτι᾿  Ἰφικράτης πολιορκῶν πόλιν, ἐπειδὴ ἐπαπειλουμένους <lb n="3"/>
αὐτὸν τοὺς πολίτας ἤκουεν, φωράσας ἐνέδραν συντόνμως ἀνέ-
ζευξεν καὶ ἐρευνησάμενος καὶ εὑρὼν πάντας διέφθειρεν.</p></div></div></body></text></TEI>